gal 5:15 NA28
逐节对照
交叉引用
  • ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 3:2 - Βλέπετε τοὺς κύνας, βλέπετε τοὺς κακοὺς ἐργάτας, βλέπετε τὴν κατατομήν.
  • ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Βʹ 12:20 - φοβοῦμαι γὰρ μή πως ἐλθὼν οὐχ οἵους θέλω εὕρω ὑμᾶς κἀγὼ εὑρεθῶ ὑμῖν οἷον οὐ θέλετε· μή πως ἔρις, ζῆλος, θυμοί, ἐριθεῖαι, καταλαλιαί, ψιθυρισμοί, φυσιώσεις, ἀκαταστασίαι·
  • ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Βʹ 11:20 - ἀνέχεσθε γὰρ εἴ τις ὑμᾶς καταδουλοῖ, εἴ τις κατεσθίει, εἴ τις λαμβάνει, εἴ τις ἐπαίρεται, εἴ τις εἰς πρόσωπον ὑμᾶς δέρει.
  • ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Αʹ 6:6 - ἀλλ’ ἀδελφὸς μετὰ ἀδελφοῦ κρίνεται καὶ τοῦτο ἐπὶ ἀπίστων;
  • ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Αʹ 6:7 - Ἤδη μὲν [οὖν] ὅλως ἥττημα ὑμῖν ἐστιν ὅτι κρίματα ἔχετε μεθ’ ἑαυτῶν. διὰ τί οὐχὶ μᾶλλον ἀδικεῖσθε; διὰ τί οὐχὶ μᾶλλον ἀποστερεῖσθε;
  • ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Αʹ 6:8 - ἀλλ’ ὑμεῖς ἀδικεῖτε καὶ ἀποστερεῖτε, καὶ τοῦτο ἀδελφούς.
  • ΠΡΟΣ ΓΑΛΑΤΑΣ 5:26 - μὴ γινώμεθα κενόδοξοι, ἀλλήλους προκαλούμενοι, ἀλλήλοις φθονοῦντες.
  • ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Αʹ 3:3 - ἔτι γὰρ σαρκικοί ἐστε. ὅπου γὰρ ἐν ὑμῖν ζῆλος καὶ ἔρις, οὐχὶ σαρκικοί ἐστε καὶ κατὰ ἄνθρωπον περιπατεῖτε;
逐节对照交叉引用