gal 5:9 UGNT
逐节对照
交叉引用
  • Matthew 23:33 - ὄφεις, γεννήματα ἐχιδνῶν, πῶς φύγητε ἀπὸ τῆς κρίσεως τῆς Γεέννης?
  • Matthew 16:6 - ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς, ὁρᾶτε καὶ προσέχετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ Σαδδουκαίων.
  • Matthew 16:7 - οἱ δὲ διελογίζοντο ἐν ἑαυτοῖς λέγοντες, ὅτι ἄρτους οὐκ ἐλάβομεν.
  • Matthew 16:8 - γνοὺς δὲ, ὁ Ἰησοῦς εἶπεν, τί διαλογίζεσθε ἐν ἑαυτοῖς, ὀλιγόπιστοι, ὅτι ἄρτους οὐκ ἔχετε?
  • Matthew 16:9 - οὔπω νοεῖτε, οὐδὲ μνημονεύετε τοὺς πέντε ἄρτους τῶν πεντακισχιλίων, καὶ πόσους κοφίνους ἐλάβετε?
  • Matthew 16:10 - οὐδὲ τοὺς ἑπτὰ ἄρτους τῶν τετρακισχιλίων, καὶ πόσας σπυρίδας ἐλάβετε?
  • Matthew 16:11 - πῶς οὐ νοεῖτε, ὅτι οὐ περὶ ἄρτων εἶπον ὑμῖν? προσέχετε δὲ ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ Σαδδουκαίων.
  • Matthew 16:12 - τότε συνῆκαν ὅτι οὐκ εἶπεν προσέχειν ἀπὸ τῆς ζύμης τῶν ἄρτων, ἀλλὰ ἀπὸ τῆς διδαχῆς τῶν Φαρισαίων καὶ Σαδδουκαίων.
  • 2 Timothy 2:17 - καὶ ὁ λόγος αὐτῶν ὡς γάγγραινα νομὴν ἕξει; ὧν ἐστιν Ὑμέναιος, καὶ Φίλητος,
  • Mark 8:15 - καὶ διεστέλλετο αὐτοῖς λέγων, ὁρᾶτε, βλέπετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ τῆς ζύμης Ἡρῴδου.
  • Luke 12:1 - ἐν οἷς ἐπισυναχθεισῶν τῶν μυριάδων τοῦ ὄχλου, ὥστε καταπατεῖν ἀλλήλους, ἤρξατο λέγειν πρὸς τοὺς μαθητὰς αὐτοῦ πρῶτον, προσέχετε ἑαυτοῖς ἀπὸ τῆς ζύμης, τῶν Φαρισαίων, ἥτις ἐστὶν ὑπόκρισις.
  • Luke 13:21 - ὁμοία ἐστὶν ζύμῃ, ἣν λαβοῦσα, γυνὴ ἐνέκρυψεν εἰς ἀλεύρου σάτα τρία, ἕως οὗ ἐζυμώθη ὅλον.
  • 1 Corinthians 5:6 - οὐ καλὸν τὸ καύχημα ὑμῶν. οὐκ οἴδατε ὅτι μικρὰ ζύμη, ὅλον τὸ φύραμα ζυμοῖ?
  • 1 Corinthians 5:7 - ἐκκαθάρατε τὴν παλαιὰν ζύμην, ἵνα ἦτε νέον φύραμα, καθώς ἐστε ἄζυμοι. καὶ γὰρ τὸ Πάσχα ἡμῶν ἐτύθη, Χριστός.
  • 1 Corinthians 15:33 - μὴ πλανᾶσθε— φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί.
逐节对照交叉引用