gal 6:5 UGNT
逐节对照
交叉引用
  • Revelation 22:12 - ἰδοὺ, ἔρχομαι ταχύ, καὶ ὁ μισθός μου μετ’ ἐμοῦ, ἀποδοῦναι ἑκάστῳ ὡς τὸ ἔργον ἐστὶν αὐτοῦ.
  • 1 Corinthians 4:5 - ὥστε μὴ πρὸ καιροῦ τι κρίνετε, ἕως ἂν ἔλθῃ ὁ Κύριος, ὃς καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκότους, καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν; καὶ τότε ὁ ἔπαινος γενήσεται ἑκάστῳ ἀπὸ τοῦ Θεοῦ.
  • 1 Corinthians 3:8 - ὁ φυτεύων δὲ, καὶ ὁ ποτίζων, ἕν εἰσιν; ἕκαστος δὲ τὸν ἴδιον μισθὸν λήμψεται, κατὰ τὸν ἴδιον κόπον.
  • Revelation 2:23 - καὶ τὰ τέκνα αὐτῆς ἀποκτενῶ ἐν θανάτῳ; καὶ γνώσονται πᾶσαι αἱ ἐκκλησίαι, ὅτι ἐγώ εἰμι ὁ ἐραυνῶν νεφροὺς καὶ καρδίας, καὶ δώσω ὑμῖν ἑκάστῳ κατὰ τὰ ἔργα ὑμῶν.
  • Revelation 20:12 - καὶ εἶδον τοὺς νεκρούς, καὶ μεγάλους καὶ τοὺς μικρούς, ἑστῶτας ἐνώπιον τοῦ θρόνου, καὶ βιβλία ἠνοίχθησαν; καὶ ἄλλο βιβλίον ἠνεῴχθη, ὅ ἐστιν τῆς ζωῆς. καὶ ἐκρίθησαν οἱ νεκροὶ ἐκ τῶν γεγραμμένων ἐν τοῖς βιβλίοις κατὰ τὰ ἔργα αὐτῶν.
  • Revelation 20:13 - καὶ ἔδωκεν ἡ θάλασσα τοὺς νεκροὺς τοὺς ἐν αὐτῇ, καὶ ὁ θάνατος καὶ ὁ ᾍδης ἔδωκαν τοὺς νεκροὺς τοὺς ἐν αὐτοῖς, καὶ ἐκρίθησαν ἕκαστος κατὰ τὰ ἔργα αὐτῶν.
  • Revelation 20:14 - καὶ ὁ θάνατος καὶ ὁ ᾍδης ἐβλήθησαν εἰς τὴν λίμνην τοῦ πυρός. οὗτος ὁ θάνατος ὁ δεύτερός ἐστιν, ἡ λίμνη τοῦ πυρός.
  • Revelation 20:15 - καὶ εἴ τις οὐχ εὑρέθη ἐν τῇ βίβλῳ τῆς ζωῆς γεγραμμένος, ἐβλήθη εἰς τὴν λίμνην τοῦ πυρός.
  • 2 Corinthians 5:10 - τοὺς γὰρ πάντας ἡμᾶς φανερωθῆναι δεῖ, ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος, πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν εἴτε κακὸν.
  • 2 Corinthians 5:11 - εἰδότες οὖν τὸν φόβον τοῦ Κυρίου, ἀνθρώπους πείθομεν, Θεῷ δὲ πεφανερώμεθα; ἐλπίζω δὲ καὶ ἐν ταῖς συνειδήσεσιν ὑμῶν πεφανερῶσθαι.
  • Matthew 16:27 - μέλλει γὰρ ὁ Υἱὸς τοῦ Ἀνθρώπου ἔρχεσθαι ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων αὐτοῦ, καὶ τότε ἀποδώσει ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ.
  • Romans 14:10 - σὺ δὲ τί κρίνεις τὸν ἀδελφόν σου? ἢ καὶ σὺ τί ἐξουθενεῖς τὸν ἀδελφόν σου? πάντες γὰρ παραστησόμεθα τῷ βήματι τοῦ Θεοῦ.
  • Romans 14:11 - γέγραπται γάρ, ζῶ ἐγώ, λέγει Κύριος, ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται τῷ Θεῷ.
  • Romans 14:12 - ἄρα οὖν ἕκαστος ἡμῶν περὶ ἑαυτοῦ, λόγον δώσει τῷ Θεῷ.
  • Romans 2:6 - ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ:
  • Romans 2:7 - τοῖς μὲν καθ’ ὑπομονὴν ἔργου ἀγαθοῦ, δόξαν καὶ τιμὴν καὶ ἀφθαρσίαν ζητοῦσιν, ζωὴν αἰώνιον;
  • Romans 2:8 - τοῖς δὲ ἐξ ἐριθείας καὶ ἀπειθοῦσι τῇ ἀληθείᾳ, πειθομένοις δὲ τῇ ἀδικίᾳ ὀργὴ καὶ θυμός.
  • Romans 2:9 - θλῖψις καὶ στενοχωρία, ἐπὶ πᾶσαν ψυχὴν ἀνθρώπου τοῦ κατεργαζομένου τὸ κακόν, Ἰουδαίου τε πρῶτον καὶ Ἕλληνος;
逐节对照交叉引用