heb 10:21 UGNT
逐节对照
交叉引用
  • 2 Corinthians 6:16 - τίς δὲ συνκατάθεσις ναῷ Θεοῦ μετὰ εἰδώλων? ἡμεῖς γὰρ ναὸς Θεοῦ ἐσμεν ζῶντος; καθὼς εἶπεν ὁ Θεὸς, ὅτι ἐνοικήσω ἐν αὐτοῖς, καὶ ἐνπεριπατήσω, καὶ ἔσομαι αὐτῶν Θεός, καὶ αὐτοὶ ἔσονταί μου λαός.
  • 2 Corinthians 6:17 - διὸ ἐξέλθατε ἐκ μέσου αὐτῶν καὶ ἀφορίσθητε, λέγει Κύριος, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε; κἀγὼ εἰσδέξομαι ὑμᾶς.
  • 1 Corinthians 3:9 - Θεοῦ γάρ ἐσμεν συνεργοί; Θεοῦ γεώργιον, Θεοῦ οἰκοδομή ἐστε.
  • 1 Corinthians 3:10 - κατὰ τὴν χάριν τοῦ Θεοῦ τὴν δοθεῖσάν μοι, ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον ἔθηκα, ἄλλος δὲ ἐποικοδομεῖ. ἕκαστος δὲ βλεπέτω, πῶς ἐποικοδομεῖ.
  • 1 Corinthians 3:11 - θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι, παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός.
  • 1 Corinthians 3:12 - εἰ δέ τις ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον χρυσόν, ἄργυρον, λίθους τιμίους, ξύλα, χόρτον, καλάμην,
  • 1 Corinthians 3:13 - ἑκάστου τὸ ἔργον φανερὸν γενήσεται; ἡ γὰρ ἡμέρα δηλώσει, ὅτι ἐν πυρὶ ἀποκαλύπτεται; καὶ ἑκάστου τὸ ἔργον, ὁποῖόν ἐστιν, τὸ πῦρ αὐτὸ δοκιμάσει.
  • 1 Corinthians 3:14 - εἴ τινος τὸ ἔργον μενεῖ, ὃ ἐποικοδόμησεν, μισθὸν λήμψεται.
  • 1 Corinthians 3:15 - εἴ τινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται; αὐτὸς δὲ σωθήσεται, οὕτως δὲ ὡς διὰ πυρός.
  • 1 Corinthians 3:16 - οὐκ οἴδατε ὅτι ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν?
  • 1 Corinthians 3:17 - εἴ τις τὸν ναὸν τοῦ Θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ Θεός; ὁ γὰρ ναὸς τοῦ Θεοῦ ἅγιός ἐστιν, οἵτινές ἐστε ὑμεῖς.
  • Ephesians 2:19 - ἄρα οὖν οὐκέτι ἐστὲ ξένοι καὶ πάροικοι, ἀλλὰ ἐστὲ συνπολῖται τῶν ἁγίων καὶ οἰκεῖοι τοῦ Θεοῦ,
  • Ephesians 2:20 - ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου αὐτοῦ Χριστοῦ Ἰησοῦ,
  • Ephesians 2:21 - ἐν ᾧ πᾶσα οἰκοδομὴ συναρμολογουμένη, αὔξει εἰς ναὸν ἅγιον ἐν Κυρίῳ,
  • Ephesians 2:22 - ἐν ᾧ καὶ ὑμεῖς συνοικοδομεῖσθε, εἰς κατοικητήριον τοῦ Θεοῦ ἐν Πνεύματι.
  • Matthew 16:18 - κἀγὼ δέ σοι λέγω, ὅτι σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι ᾍδου οὐ κατισχύσουσιν αὐτῆς.
  • Hebrews 7:26 - τοιοῦτος γὰρ ἡμῖν καὶ ἔπρεπεν ἀρχιερεύς, ὅσιος, ἄκακος, ἀμίαντος, κεχωρισμένος ἀπὸ τῶν ἁμαρτωλῶν, καὶ ὑψηλότερος τῶν οὐρανῶν γενόμενος;
  • Hebrews 3:1 - ὅθεν, ἀδελφοὶ ἅγιοι κλήσεως ἐπουρανίου, μέτοχοι, κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν, Ἰησοῦν,
  • Hebrews 3:3 - πλείονος γὰρ οὗτος δόξης παρὰ Μωϋσῆν ἠξίωται, καθ’ ὅσον πλείονα τιμὴν ἔχει τοῦ οἴκου, ὁ κατασκευάσας αὐτόν.
  • Hebrews 3:4 - πᾶς γὰρ οἶκος κατασκευάζεται ὑπό τινος; ὁ δὲ πάντα κατασκευάσας Θεός.
  • Hebrews 3:5 - καὶ Μωϋσῆς μὲν πιστὸς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ, ὡς θεράπων εἰς μαρτύριον τῶν λαληθησομένων;
  • Hebrews 3:6 - Χριστὸς δὲ ὡς Υἱὸς ἐπὶ τὸν οἶκον αὐτοῦ, οὗ οἶκός ἐσμεν ἡμεῖς, ἐὰν τὴν παρρησίαν καὶ τὸ καύχημα τῆς ἐλπίδος κατάσχωμεν.
  • Hebrews 4:14 - ἔχοντες οὖν ἀρχιερέα μέγαν, διεληλυθότα τοὺς οὐρανούς, Ἰησοῦν, τὸν Υἱὸν τοῦ Θεοῦ, κρατῶμεν τῆς ὁμολογίας.
  • Hebrews 4:15 - οὐ γὰρ ἔχομεν ἀρχιερέα μὴ δυνάμενον συνπαθῆσαι ταῖς ἀσθενείαις ἡμῶν, πεπειρασμένον δὲ κατὰ πάντα καθ’ ὁμοιότητα χωρὶς ἁμαρτίας.
  • Hebrews 4:16 - προσερχώμεθα οὖν μετὰ παρρησίας τῷ θρόνῳ τῆς χάριτος, ἵνα λάβωμεν ἔλεος, καὶ χάριν εὕρωμεν, εἰς εὔκαιρον βοήθειαν.
  • Hebrews 8:1 - κεφάλαιον δὲ ἐπὶ τοῖς λεγομένοις: τοιοῦτον ἔχομεν ἀρχιερέα, ὃς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς Μεγαλωσύνης ἐν τοῖς οὐρανοῖς;
  • 1 Timothy 3:15 - ἐὰν δὲ βραδύνω, ἵνα εἰδῇς πῶς δεῖ ἐν οἴκῳ Θεοῦ ἀναστρέφεσθαι, ἥτις ἐστὶν ἐκκλησία Θεοῦ ζῶντος, στῦλος καὶ ἑδραίωμα τῆς ἀληθείας.
  • Hebrews 6:20 - ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθεν, Ἰησοῦς, κατὰ τὴν τάξιν Μελχισέδεκ, ἀρχιερεὺς γενόμενος εἰς τὸν αἰῶνα.
  • Hebrews 2:17 - ὅθεν ὤφειλεν κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι, ἵνα ἐλεήμων γένηται καὶ πιστὸς ἀρχιερεὺς τὰ πρὸς τὸν Θεόν, εἰς τὸ ἱλάσκεσθαι τὰς ἁμαρτίας τοῦ λαοῦ;
逐节对照交叉引用