heb 11:1 UGNT
逐节对照
交叉引用
  • 2 Corinthians 9:4 - μή πως ἐὰν ἔλθωσιν σὺν ἐμοὶ Μακεδόνες, καὶ εὕρωσιν ὑμᾶς ἀπαρασκευάστους, καταισχυνθῶμεν ἡμεῖς, ἵνα μὴ λέγωμεν ὑμεῖς, ἐν τῇ ὑποστάσει ταύτῃ.
  • 2 Corinthians 11:17 - ὃ λαλῶ, οὐ κατὰ Κύριον λαλῶ, ἀλλ’ ὡς ἐν ἀφροσύνῃ, ἐν ταύτῃ τῇ ὑποστάσει τῆς καυχήσεως.
  • Hebrews 2:3 - πῶς ἡμεῖς ἐκφευξόμεθα τηλικαύτης ἀμελήσαντες σωτηρίας? ἥτις ἀρχὴν λαβοῦσα, λαλεῖσθαι διὰ τοῦ Κυρίου, ὑπὸ τῶν ἀκουσάντων εἰς ἡμᾶς ἐβεβαιώθη;
  • 2 Corinthians 5:17 - ὥστε εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις; τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ, γέγονεν καινά.
  • 2 Peter 1:1 - Σίμων Πέτρος, δοῦλος καὶ ἀπόστολος Ἰησοῦ Χριστοῦ; τοῖς ἰσότιμον ἡμῖν λαχοῦσιν πίστιν ἐν δικαιοσύνῃ τοῦ Θεοῦ ἡμῶν καὶ Σωτῆρος, Ἰησοῦ Χριστοῦ:
  • Titus 1:1 - Παῦλος, δοῦλος Θεοῦ, ἀπόστολος δὲ Ἰησοῦ Χριστοῦ, κατὰ πίστιν ἐκλεκτῶν Θεοῦ, καὶ ἐπίγνωσιν ἀληθείας, τῆς κατ’ εὐσέβειαν
  • Hebrews 11:13 - κατὰ πίστιν ἀπέθανον οὗτοι πάντες, μὴ λαβόντες τὰς ἐπαγγελίας, ἀλλὰ πόρρωθεν αὐτὰς ἰδόντες καὶ ἀσπασάμενοι, καὶ ὁμολογήσαντες, ὅτι ξένοι καὶ παρεπίδημοί εἰσιν ἐπὶ τῆς γῆς.
  • Acts 20:21 - διαμαρτυρόμενος Ἰουδαίοις τε καὶ Ἕλλησιν, τὴν εἰς Θεὸν μετάνοιαν καὶ πίστιν εἰς τὸν Κύριον ἡμῶν, Ἰησοῦν
  • Hebrews 10:39 - ἡμεῖς δὲ οὐκ ἐσμὲν ὑποστολῆς εἰς ἀπώλειαν, ἀλλὰ πίστεως εἰς περιποίησιν ψυχῆς.
  • Galatians 5:6 - ἐν γὰρ Χριστῷ Ἰησοῦ, οὔτε περιτομή τι ἰσχύει, οὔτε ἀκροβυστία, ἀλλὰ πίστις δι’ ἀγάπης ἐνεργουμένη.
  • 1 Corinthians 13:13 - νυνὶ δὲ μένει πίστις, ἐλπίς, ἀγάπη, τὰ τρία ταῦτα; μείζων δὲ τούτων ἡ ἀγάπη.
  • Hebrews 3:14 - μέτοχοι γὰρ τοῦ Χριστοῦ γεγόναμεν, ἐάνπερ τὴν ἀρχὴν τῆς ὑποστάσεως, μέχρι τέλους βεβαίαν κατάσχωμεν.
  • Hebrews 11:27 - πίστει κατέλιπεν Αἴγυπτον, μὴ φοβηθεὶς τὸν θυμὸν τοῦ βασιλέως; τὸν γὰρ ἀόρατον ὡς ὁρῶν, ἐκαρτέρησεν.
  • Hebrews 6:12 - ἵνα μὴ νωθροὶ γένησθε, μιμηταὶ δὲ τῶν διὰ πίστεως καὶ μακροθυμίας, κληρονομούντων τὰς ἐπαγγελίας.
  • Hebrews 6:18 - ἵνα διὰ δύο πραγμάτων ἀμεταθέτων, ἐν οἷς ἀδύνατον ψεύσασθαι τὸν Θεόν, ἰσχυρὰν παράκλησιν ἔχωμεν, οἱ καταφυγόντες κρατῆσαι τῆς προκειμένης ἐλπίδος;
  • Hebrews 6:19 - ἣν ὡς ἄγκυραν ἔχομεν τῆς ψυχῆς, ἀσφαλῆ τε καὶ βεβαίαν, καὶ εἰσερχομένην εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος,
  • 1 Peter 1:7 - ἵνα τὸ δοκίμιον ὑμῶν τῆς πίστεως πολυτιμότερον χρυσίου τοῦ ἀπολλυμένου, διὰ πυρὸς δὲ δοκιμαζομένου, εὑρεθῇ εἰς ἔπαινον, καὶ δόξαν, καὶ τιμὴν, ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ;
  • 1 Peter 1:8 - ὃν οὐκ ἰδόντες ἀγαπᾶτε, εἰς ὃν ἄρτι μὴ ὁρῶντες πιστεύοντες δὲ, ἀγαλλιᾶσθε χαρᾷ ἀνεκλαλήτῳ καὶ δεδοξασμένῃ,
  • Hebrews 10:22 - προσερχώμεθα μετὰ ἀληθινῆς καρδίας ἐν πληροφορίᾳ πίστεως, ῥεραντισμένοι τὰς καρδίας ἀπὸ συνειδήσεως πονηρᾶς, καὶ λελουμένοι τὸ σῶμα ὕδατι καθαρῷ.
  • Hebrews 11:7 - πίστει χρηματισθεὶς, Νῶε, περὶ τῶν μηδέπω βλεπομένων, εὐλαβηθεὶς, κατεσκεύασεν κιβωτὸν εἰς σωτηρίαν τοῦ οἴκου αὐτοῦ, δι’ ἧς κατέκρινεν τὸν κόσμον, καὶ τῆς κατὰ πίστιν δικαιοσύνης, ἐγένετο κληρονόμος.
  • Romans 8:24 - τῇ γὰρ ἐλπίδι ἐσώθημεν; ἐλπὶς δὲ βλεπομένη, οὐκ ἔστιν ἐλπίς; ὃ γὰρ βλέπει τις, ἐλπίζει?
  • Romans 8:25 - εἰ δὲ ὃ οὐ βλέπομεν, ἐλπίζομεν, δι’ ὑπομονῆς ἀπεκδεχόμεθα.
  • 2 Corinthians 4:18 - μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα; τὰ γὰρ βλεπόμενα πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα αἰώνια.
  • 2 Corinthians 5:7 - διὰ πίστεως γὰρ περιπατοῦμεν, οὐ διὰ εἴδους.
逐节对照交叉引用