heb 11:36 UGNT
逐节对照
交叉引用
  • Acts 4:3 - καὶ ἐπέβαλον αὐτοῖς τὰς χεῖρας, καὶ ἔθεντο εἰς τήρησιν εἰς τὴν αὔριον; ἦν γὰρ ἑσπέρα ἤδη.
  • Acts 12:4 - ὃν καὶ πιάσας, ἔθετο εἰς φυλακήν, παραδοὺς τέσσαρσιν τετραδίοις στρατιωτῶν φυλάσσειν αὐτόν, βουλόμενος μετὰ τὸ Πάσχα ἀναγαγεῖν αὐτὸν τῷ λαῷ.
  • Acts 12:5 - ὁ μὲν οὖν Πέτρος ἐτηρεῖτο ἐν τῇ φυλακῇ; προσευχὴ δὲ ἦν ἐκτενῶς γινομένη ὑπὸ τῆς ἐκκλησίας πρὸς τὸν Θεὸν περὶ αὐτοῦ.
  • Acts 12:6 - ὅτε δὲ ἤμελλεν προαγαγεῖν αὐτὸν ὁ Ἡρῴδης τῇ νυκτὶ ἐκείνῃ, ἦν ὁ Πέτρος κοιμώμενος μεταξὺ δύο στρατιωτῶν, δεδεμένος ἁλύσεσιν δυσίν, φύλακές τε πρὸ τῆς θύρας ἐτήρουν τὴν φυλακήν.
  • Acts 12:7 - καὶ ἰδοὺ, ἄγγελος Κυρίου ἐπέστη, καὶ φῶς ἔλαμψεν ἐν τῷ οἰκήματι. πατάξας δὲ τὴν πλευρὰν τοῦ Πέτρου, ἤγειρεν αὐτὸν λέγων, ἀνάστα ἐν τάχει. καὶ ἐξέπεσαν αὐτοῦ αἱ ἁλύσεις ἐκ τῶν χειρῶν.
  • Acts 12:8 - εἶπεν δὲ ὁ ἄγγελος πρὸς αὐτόν, ζῶσαι καὶ ὑπόδησαι τὰ σανδάλιά σου. ἐποίησεν δὲ οὕτως. καὶ λέγει αὐτῷ, περιβαλοῦ τὸ ἱμάτιόν σου, καὶ ἀκολούθει μοι.
  • Acts 12:9 - καὶ ἐξελθὼν ἠκολούθει, καὶ οὐκ ᾔδει ὅτι ἀληθές ἐστιν τὸ γινόμενον διὰ τοῦ ἀγγέλου; ἐδόκει δὲ ὅραμα βλέπειν.
  • Acts 12:10 - διελθόντες δὲ πρώτην φυλακὴν καὶ δευτέραν, ἦλθαν ἐπὶ τὴν πύλην τὴν σιδηρᾶν, τὴν φέρουσαν εἰς τὴν πόλιν, ἥτις αὐτομάτη ἠνοίγη αὐτοῖς; καὶ ἐξελθόντες προῆλθον ῥύμην μίαν, καὶ εὐθέως ἀπέστη ὁ ἄγγελος ἀπ’ αὐτοῦ.
  • Acts 12:11 - καὶ ὁ Πέτρος ἐν ἑαυτῷ γενόμενος εἶπεν, νῦν οἶδα ἀληθῶς ὅτι ἐξαπέστειλεν ὁ Κύριος τὸν ἄγγελον αὐτοῦ, καὶ ἐξείλατό με ἐκ χειρὸς Ἡρῴδου, καὶ πάσης τῆς προσδοκίας τοῦ λαοῦ τῶν Ἰουδαίων.
  • Acts 12:12 - συνιδών τε, ἦλθεν ἐπὶ τὴν οἰκίαν τῆς Μαρίας, τῆς μητρὸς Ἰωάννου, τοῦ ἐπικαλουμένου Μάρκου, οὗ ἦσαν ἱκανοὶ συνηθροισμένοι καὶ προσευχόμενοι.
  • Acts 12:13 - κρούσαντος δὲ αὐτοῦ τὴν θύραν τοῦ πυλῶνος, προσῆλθε παιδίσκη ὑπακοῦσαι, ὀνόματι Ῥόδη.
  • Acts 12:14 - καὶ ἐπιγνοῦσα τὴν φωνὴν τοῦ Πέτρου, ἀπὸ τῆς χαρᾶς οὐκ ἤνοιξεν τὸν πυλῶνα, εἰσδραμοῦσα δὲ ἀπήγγειλεν ἑστάναι τὸν Πέτρον πρὸ τοῦ πυλῶνος.
  • Acts 12:15 - οἱ δὲ πρὸς αὐτὴν εἶπαν, μαίνῃ! ἡ δὲ διϊσχυρίζετο οὕτως ἔχειν. οἱ δὲ ἔλεγον, ὁ ἄγγελός ἐστιν αὐτοῦ.
  • Acts 12:16 - ὁ δὲ Πέτρος ἐπέμενεν κρούων, ἀνοίξαντες δὲ εἶδαν αὐτὸν, καὶ ἐξέστησαν.
  • Acts 12:17 - κατασείσας δὲ αὐτοῖς τῇ χειρὶ σιγᾶν, διηγήσατο πῶς ὁ Κύριος αὐτὸν ἐξήγαγεν ἐκ τῆς φυλακῆς; εἶπέν τε, ἀπαγγείλατε Ἰακώβῳ καὶ τοῖς ἀδελφοῖς ταῦτα. καὶ ἐξελθὼν, ἐπορεύθη εἰς ἕτερον τόπον.
  • Acts 12:18 - γενομένης δὲ ἡμέρας, ἦν τάραχος οὐκ ὀλίγος ἐν τοῖς στρατιώταις, τί ἄρα ὁ Πέτρος ἐγένετο.
  • Acts 12:19 - Ἡρῴδης δὲ ἐπιζητήσας αὐτὸν καὶ μὴ εὑρὼν, ἀνακρίνας τοὺς φύλακας, ἐκέλευσεν ἀπαχθῆναι; καὶ κατελθὼν ἀπὸ τῆς Ἰουδαίας εἰς Καισάρειαν, διέτριβεν.
  • Acts 24:27 - διετίας δὲ πληρωθείσης, ἔλαβεν διάδοχον ὁ Φῆλιξ Πόρκιον Φῆστον; θέλων τε χάριτα καταθέσθαι τοῖς Ἰουδαίοις, ὁ Φῆλιξ κατέλιπε τὸν Παῦλον δεδεμένον.
  • Luke 18:32 - παραδοθήσεται γὰρ τοῖς ἔθνεσιν, καὶ ἐμπαιχθήσεται, καὶ ὑβρισθήσεται, καὶ ἐμπτυσθήσεται.
  • 2 Timothy 1:16 - δῴη ἔλεος ὁ Κύριος τῷ Ὀνησιφόρου οἴκῳ, ὅτι πολλάκις με ἀνέψυξεν, καὶ τὴν ἅλυσίν μου οὐκ ἐπησχύνθη;
  • Mark 10:34 - καὶ ἐμπαίξουσιν αὐτῷ, καὶ ἐμπτύσουσιν αὐτῷ, καὶ μαστιγώσουσιν αὐτὸν, καὶ ἀποκτενοῦσιν, καὶ μετὰ τρεῖς ἡμέρας ἀναστήσεται.
  • Hebrews 10:34 - καὶ γὰρ τοῖς δεσμίοις συνεπαθήσατε, καὶ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑμῶν μετὰ χαρᾶς προσεδέξασθε, γινώσκοντες ἔχειν ἑαυτοὺς κρείσσονα ὕπαρξιν, καὶ μένουσαν.
  • Acts 8:3 - Σαῦλος δὲ ἐλυμαίνετο τὴν ἐκκλησίαν, κατὰ τοὺς οἴκους εἰσπορευόμενος, σύρων τε ἄνδρας καὶ γυναῖκας, παρεδίδου εἰς φυλακήν.
  • 2 Corinthians 11:23 - διάκονοι Χριστοῦ εἰσιν? (παραφρονῶν λαλῶ), ὑπὲρ ἐγώ: ἐν κόποις περισσοτέρως, ἐν φυλακαῖς περισσοτέρως, ἐν πληγαῖς ὑπερβαλλόντως, ἐν θανάτοις πολλάκις.
  • 2 Corinthians 11:24 - ὑπὸ Ἰουδαίων πεντάκις τεσσεράκοντα παρὰ μίαν ἔλαβον,
  • 2 Corinthians 11:25 - τρὶς ἐραβδίσθην, ἅπαξ ἐλιθάσθην, τρὶς ἐναυάγησα, νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα;
  • Matthew 21:35 - καὶ λαβόντες οἱ γεωργοὶ τοὺς δούλους αὐτοῦ, ὃν μὲν ἔδειραν, ὃν δὲ ἀπέκτειναν, ὃν δὲ ἐλιθοβόλησαν.
  • Acts 16:22 - καὶ συνεπέστη ὁ ὄχλος κατ’ αὐτῶν, καὶ οἱ στρατηγοὶ περιρήξαντες αὐτῶν τὰ ἱμάτια, ἐκέλευον ῥαβδίζειν.
  • Acts 16:23 - πολλάς τε ἐπιθέντες αὐτοῖς πληγὰς, ἔβαλον εἰς φυλακήν, παραγγείλαντες τῷ δεσμοφύλακι ἀσφαλῶς τηρεῖν αὐτούς;
  • Acts 16:24 - ὃς παραγγελίαν τοιαύτην λαβὼν, ἔβαλεν αὐτοὺς εἰς τὴν ἐσωτέραν φυλακὴν, καὶ τοὺς πόδας ἠσφαλίσατο αὐτῶν εἰς τὸ ξύλον.
  • Acts 16:25 - κατὰ δὲ τὸ μεσονύκτιον, Παῦλος καὶ Σιλᾶς προσευχόμενοι, ὕμνουν τὸν Θεόν, ἐπηκροῶντο δὲ αὐτῶν οἱ δέσμιοι.
  • Acts 16:26 - ἄφνω δὲ σεισμὸς ἐγένετο μέγας, ὥστε σαλευθῆναι τὰ θεμέλια τοῦ δεσμωτηρίου; ἠνεῴχθησαν δὲ παραχρῆμα αἱ θύραι πᾶσαι, καὶ πάντων τὰ δεσμὰ ἀνέθη.
  • Acts 16:27 - ἔξυπνος δὲ γενόμενος ὁ δεσμοφύλαξ, καὶ ἰδὼν ἀνεῳγμένας τὰς θύρας τῆς φυλακῆς, σπασάμενος τὴν μάχαιραν ἤμελλεν ἑαυτὸν ἀναιρεῖν, νομίζων ἐκπεφευγέναι τοὺς δεσμίους.
  • Acts 16:28 - ἐφώνησεν δὲ φωνῇ μεγάλῃ Παῦλος λέγων, μηδὲν πράξῃς σεαυτῷ κακόν, ἅπαντες γάρ ἐσμεν ἐνθάδε.
  • Acts 16:29 - αἰτήσας δὲ φῶτα, εἰσεπήδησεν, καὶ ἔντρομος γενόμενος, προσέπεσεν τῷ Παύλῳ καὶ Σιλᾷ.
  • Acts 16:30 - καὶ προαγαγὼν αὐτοὺς ἔξω ἔφη, κύριοι, τί με δεῖ ποιεῖν, ἵνα σωθῶ?
  • Acts 16:31 - οἱ δὲ εἶπαν, πίστευσον ἐπὶ τὸν Κύριον Ἰησοῦν καὶ σωθήσῃ, σὺ καὶ ὁ οἶκός σου.
  • Acts 16:32 - καὶ ἐλάλησαν αὐτῷ τὸν λόγον τοῦ Κυρίου, σὺν πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ αὐτοῦ.
  • Acts 16:33 - καὶ παραλαβὼν αὐτοὺς ἐν ἐκείνῃ τῇ ὥρᾳ τῆς νυκτὸς, ἔλουσεν ἀπὸ τῶν πληγῶν, καὶ ἐβαπτίσθη, αὐτὸς καὶ οἱ αὐτοῦ πάντες παραχρῆμα.
  • Acts 16:34 - ἀναγαγών τε αὐτοὺς εἰς τὸν οἶκον, παρέθηκεν τράπεζαν καὶ ἠγαλλιάσατο πανοικεὶ, πεπιστευκὼς τῷ Θεῷ.
  • Acts 16:35 - ἡμέρας δὲ γενομένης, ἀπέστειλαν οἱ στρατηγοὶ τοὺς ῥαβδούχους λέγοντες, ἀπόλυσον τοὺς ἀνθρώπους ἐκείνους.
  • Acts 16:36 - ἀπήγγειλεν δὲ ὁ δεσμοφύλαξ τοὺς λόγους πρὸς τὸν Παῦλον, ὅτι ἀπέσταλκαν οἱ στρατηγοὶ ἵνα ἀπολυθῆτε. νῦν οὖν ἐξελθόντες, πορεύεσθε ἐν εἰρήνῃ.
  • Acts 16:37 - ὁ δὲ Παῦλος ἔφη πρὸς αὐτούς, δείραντες ἡμᾶς δημοσίᾳ, ἀκατακρίτους ἀνθρώπους Ῥωμαίους ὑπάρχοντας, ἔβαλαν εἰς φυλακήν καὶ νῦν λάθρᾳ ἡμᾶς ἐκβάλλουσιν? οὔ γάρ, ἀλλὰ ἐλθόντες αὐτοὶ, ἡμᾶς ἐξαγαγέτωσαν.
  • Acts 16:38 - ἀπήγγειλαν δὲ τοῖς στρατηγοῖς οἱ ῥαβδοῦχοι τὰ ῥήματα ταῦτα. ἐφοβήθησαν δὲ, ἀκούσαντες ὅτι Ῥωμαῖοί εἰσιν.
  • Acts 16:39 - καὶ ἐλθόντες, παρεκάλεσαν αὐτούς, καὶ ἐξαγαγόντες, ἠρώτων ἀπελθεῖν ἀπὸ τῆς πόλεως.
  • Acts 16:40 - ἐξελθόντες δὲ ἀπὸ τῆς φυλακῆς, εἰσῆλθον πρὸς τὴν Λυδίαν; καὶ ἰδόντες, παρεκάλεσαν τοὺς ἀδελφοὺς καὶ ἐξῆλθαν.
  • Matthew 20:19 - καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσιν, εἰς τὸ ἐμπαῖξαι, καὶ μαστιγῶσαι, καὶ σταυρῶσαι; καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται.
  • Ephesians 3:1 - τούτου χάριν, ἐγὼ Παῦλος, ὁ δέσμιος τοῦ Χριστοῦ Ἰησοῦ ὑπὲρ ὑμῶν τῶν ἐθνῶν—
  • Ephesians 4:1 - παρακαλῶ οὖν ὑμᾶς, ἐγὼ ὁ δέσμιος ἐν Κυρίῳ, ἀξίως περιπατῆσαι τῆς κλήσεως ἧς ἐκλήθητε;
  • Luke 23:11 - ἐξουθενήσας δὲ αὐτὸν καὶ ὁ Ἡρῴδης σὺν τοῖς στρατεύμασιν αὐτοῦ, καὶ ἐμπαίξας περιβαλὼν ἐσθῆτα λαμπρὰν, ἀνέπεμψεν αὐτὸν τῷ Πειλάτῳ.
  • Revelation 2:10 - μηδὲν φοβοῦ ἃ μέλλεις πάσχειν. ἰδοὺ, μέλλει βάλλειν ὁ διάβολος ἐξ ὑμῶν εἰς φυλακὴν, ἵνα πειρασθῆτε, καὶ ἕξετε θλῖψιν ἡμερῶν δέκα. γίνου πιστὸς ἄχρι θανάτου, καὶ δώσω σοι τὸν στέφανον τῆς ζωῆς.
  • Matthew 23:34 - διὰ τοῦτο, ἰδοὺ, ἐγὼ ἀποστέλλω πρὸς ὑμᾶς προφήτας, καὶ σοφοὺς, καὶ γραμματεῖς. ἐξ αὐτῶν ἀποκτενεῖτε καὶ σταυρώσετε, καὶ ἐξ αὐτῶν μαστιγώσετε ἐν ταῖς συναγωγαῖς ὑμῶν, καὶ διώξετε ἀπὸ πόλεως εἰς πόλιν;
  • 2 Timothy 2:9 - ἐν ᾧ κακοπαθῶ μέχρι δεσμῶν ὡς κακοῦργος. ἀλλὰ ὁ λόγος τοῦ Θεοῦ οὐ δέδεται!
  • Acts 21:33 - τότε ἐγγίσας, ὁ χιλίαρχος ἐπελάβετο αὐτοῦ, καὶ ἐκέλευσε δεθῆναι ἁλύσεσι δυσί, καὶ ἐπυνθάνετο τίς εἴη καὶ τί ἐστιν πεποιηκώς.
  • Acts 5:40 - καὶ προσκαλεσάμενοι τοὺς ἀποστόλους, δείραντες παρήγγειλαν μὴ λαλεῖν ἐπὶ τῷ ὀνόματι τοῦ Ἰησοῦ, καὶ ἀπέλυσαν.
  • Acts 5:18 - καὶ ἐπέβαλον τὰς χεῖρας ἐπὶ τοὺς ἀποστόλους, καὶ ἔθεντο αὐτοὺς ἐν τηρήσει δημοσίᾳ.
  • Luke 23:36 - ἐνέπαιξαν δὲ αὐτῷ καὶ οἱ στρατιῶται, προσερχόμενοι ὄξος προσφέροντες αὐτῷ,
  • Matthew 27:26 - τότε ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν; τὸν δὲ Ἰησοῦν φραγελλώσας, παρέδωκεν ἵνα σταυρωθῇ.
逐节对照交叉引用