heb 2:15 UGNT
逐节对照
交叉引用
  • Galatians 4:21 - λέγετέ μοι, οἱ ὑπὸ νόμον θέλοντες εἶναι, τὸν νόμον οὐκ ἀκούετε?
  • 2 Corinthians 1:10 - ὃς ἐκ τηλικούτου θανάτου ἐρρύσατο ἡμᾶς, καὶ ῥύσεται; εἰς ὃν ἠλπίκαμεν, ὅτι καὶ ἔτι ῥύσεται;
  • Luke 1:74 - ἀφόβως, ἐκ χειρὸς ἐχθρῶν ῥυσθέντας, λατρεύειν αὐτῷ
  • Luke 1:75 - ἐν ὁσιότητι καὶ δικαιοσύνῃ ἐνώπιον αὐτοῦ, πάσαις ταῖς ἡμέραις ἡμῶν.
  • 1 Corinthians 15:50 - τοῦτο δέ φημι, ἀδελφοί, ὅτι σὰρξ καὶ αἷμα Βασιλείαν Θεοῦ κληρονομῆσαι οὐ δύναται, οὐδὲ ἡ φθορὰ, τὴν ἀφθαρσίαν κληρονομεῖ.
  • 1 Corinthians 15:51 - ἰδοὺ, μυστήριον ὑμῖν λέγω: πάντες οὐ κοιμηθησόμεθα, πάντες δὲ ἀλλαγησόμεθα,
  • 1 Corinthians 15:52 - ἐν ἀτόμῳ, ἐν ῥιπῇ ὀφθαλμοῦ, ἐν τῇ ἐσχάτῃ σάλπιγγι; σαλπίσει γάρ, καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι, καὶ ἡμεῖς ἀλλαγησόμεθα.
  • 1 Corinthians 15:53 - δεῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν, καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν.
  • 1 Corinthians 15:54 - ὅταν δὲ τὸ φθαρτὸν τοῦτο ἐνδύσηται ἀφθαρσίαν, καὶ τὸ θνητὸν τοῦτο ἐνδύσηται ἀθανασίαν, τότε γενήσεται ὁ λόγος ὁ γεγραμμένος, κατεπόθη ὁ θάνατος εἰς νῖκος.
  • 1 Corinthians 15:55 - ποῦ σου, θάνατε, τὸ νῖκος? ποῦ σου, θάνατε, τὸ κέντρον?
  • 1 Corinthians 15:56 - τὸ δὲ κέντρον τοῦ θανάτου ἡ ἁμαρτία, ἡ δὲ δύναμις τῆς ἁμαρτίας ὁ νόμος.
  • 1 Corinthians 15:57 - τῷ δὲ Θεῷ χάρις, τῷ διδόντι ἡμῖν τὸ νῖκος διὰ τοῦ Κυρίου ἡμῶν, Ἰησοῦ Χριστοῦ.
  • Romans 8:21 - ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς, εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ.
  • 2 Timothy 1:7 - οὐ γὰρ ἔδωκεν ἡμῖν ὁ Θεὸς πνεῦμα δειλίας, ἀλλὰ δυνάμεως, καὶ ἀγάπης, καὶ σωφρονισμοῦ.
  • Romans 8:15 - οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας πάλιν εἰς φόβον, ἀλλὰ ἐλάβετε Πνεῦμα υἱοθεσίας, ἐν ᾧ κράζομεν, Ἀββά, ὁ Πατήρ!
逐节对照交叉引用