heb 7:24 UGNT
逐节对照
交叉引用
  • Hebrews 7:8 - καὶ ὧδε μὲν δεκάτας ἀποθνῄσκοντες ἄνθρωποι λαμβάνουσιν; ἐκεῖ δὲ μαρτυρούμενος ὅτι ζῇ.
  • Hebrews 7:9 - καὶ ὡς ἔπος εἰπεῖν, δι’ Ἀβραὰμ, καὶ Λευεὶς, ὁ δεκάτας λαμβάνων, δεδεκάτωται.
  • Hebrews 7:10 - ἔτι γὰρ ἐν τῇ ὀσφύϊ τοῦ πατρὸς ἦν, ὅτε συνήντησεν αὐτῷ Μελχισέδεκ.
  • Hebrews 7:11 - εἰ μὲν οὖν τελείωσις διὰ τῆς Λευειτικῆς ἱερωσύνης ἦν, ὁ λαὸς γὰρ ἐπ’ αὐτῆς νενομοθέτηται, τίς ἔτι χρεία κατὰ τὴν τάξιν Μελχισέδεκ, ἕτερον ἀνίστασθαι ἱερέα, καὶ οὐ κατὰ τὴν τάξιν Ἀαρὼν λέγεσθαι?
  • Hebrews 7:12 - μετατιθεμένης γὰρ τῆς ἱερωσύνης, ἐξ ἀνάγκης καὶ νόμου μετάθεσις γίνεται.
  • Hebrews 7:13 - ἐφ’ ὃν γὰρ λέγεται ταῦτα, φυλῆς ἑτέρας μετέσχηκεν, ἀφ’ ἧς οὐδεὶς προσέσχηκεν τῷ θυσιαστηρίῳ.
  • Hebrews 7:14 - πρόδηλον γὰρ, ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν ὁ Κύριος ἡμῶν, εἰς ἣν φυλὴν περὶ ἱερέων οὐδὲν Μωϋσῆς ἐλάλησεν.
  • Hebrews 7:15 - καὶ περισσότερον ἔτι κατάδηλόν ἐστιν, εἰ κατὰ τὴν ὁμοιότητα Μελχισέδεκ, ἀνίσταται ἱερεὺς ἕτερος,
  • Hebrews 7:16 - ὃς οὐ κατὰ νόμον ἐντολῆς σαρκίνης γέγονεν, ἀλλὰ κατὰ δύναμιν ζωῆς ἀκαταλύτου.
  • Hebrews 7:17 - μαρτυρεῖται γὰρ, ὅτι σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισέδεκ.
  • Hebrews 7:18 - ἀθέτησις μὲν γὰρ γίνεται προαγούσης ἐντολῆς, διὰ τὸ αὐτῆς ἀσθενὲς, καὶ ἀνωφελές
  • Hebrews 7:19 - (οὐδὲν γὰρ ἐτελείωσεν ὁ νόμος); ἐπεισαγωγὴ δὲ κρείττονος ἐλπίδος, δι’ ἧς ἐγγίζομεν τῷ Θεῷ.
  • Hebrews 7:20 - καὶ καθ’ ὅσον οὐ χωρὶς ὁρκωμοσίας, οἱ μὲν γὰρ χωρὶς ὁρκωμοσίας εἰσὶν ἱερεῖς γεγονότες,
  • Hebrews 7:21 - ὁ δὲ μετὰ ὁρκωμοσίας διὰ τοῦ λέγοντος πρὸς αὐτόν, ὤμοσεν Κύριος, καὶ οὐ μεταμεληθήσεται, σὺ ἱερεὺς εἰς τὸν αἰῶνα;
  • Hebrews 7:22 - κατὰ τοσοῦτο καὶ κρείττονος διαθήκης, γέγονεν ἔγγυος, Ἰησοῦς.
  • Hebrews 7:23 - καὶ οἱ μὲν πλείονές εἰσιν γεγονότες ἱερεῖς, διὰ τὸ θανάτῳ κωλύεσθαι παραμένειν;
  • Hebrews 7:24 - ὁ δὲ διὰ τὸ μένειν αὐτὸν εἰς τὸν αἰῶνα, ἀπαράβατον ἔχει τὴν ἱερωσύνην;
  • Hebrews 7:25 - ὅθεν καὶ σῴζειν εἰς τὸ παντελὲς δύναται, τοὺς προσερχομένους δι’ αὐτοῦ τῷ Θεῷ, πάντοτε ζῶν εἰς τὸ ἐντυγχάνειν ὑπὲρ αὐτῶν.
  • Romans 6:9 - εἰδότες ὅτι Χριστὸς ἐγερθεὶς ἐκ νεκρῶν, οὐκέτι ἀποθνῄσκει; θάνατος αὐτοῦ οὐκέτι κυριεύει.
  • Hebrews 13:8 - Ἰησοῦς Χριστὸς, ἐχθὲς καὶ σήμερον, ὁ αὐτός, καὶ εἰς τοὺς αἰῶνας.
  • John 12:34 - ἀπεκρίθη οὖν αὐτῷ ὁ ὄχλος, ἡμεῖς ἠκούσαμεν ἐκ τοῦ νόμου, ὅτι ὁ Χριστὸς μένει εἰς τὸν αἰῶνα, καὶ πῶς λέγεις σὺ, ὅτι δεῖ ὑψωθῆναι τὸν Υἱὸν τοῦ Ἀνθρώπου? τίς ἐστιν οὗτος ὁ Υἱὸς τοῦ Ἀνθρώπου?
  • Revelation 1:18 - καὶ ὁ ζῶν καὶ ἐγενόμην νεκρὸς, καὶ ἰδοὺ, ζῶν εἰμι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, καὶ ἔχω τὰς κλεῖς τοῦ θανάτου καὶ τοῦ ᾍδου.
  • Hebrews 7:28 - ὁ νόμος γὰρ ἀνθρώπους καθίστησιν ἀρχιερεῖς ἔχοντας ἀσθένειαν; ὁ λόγος δὲ τῆς ὁρκωμοσίας, τῆς μετὰ τὸν νόμον, Υἱόν, εἰς τὸν αἰῶνα τετελειωμένον.
逐节对照交叉引用