jas 1:15 UGNT
逐节对照
交叉引用
  • Revelation 20:14 - καὶ ὁ θάνατος καὶ ὁ ᾍδης ἐβλήθησαν εἰς τὴν λίμνην τοῦ πυρός. οὗτος ὁ θάνατος ὁ δεύτερός ἐστιν, ἡ λίμνη τοῦ πυρός.
  • Revelation 20:15 - καὶ εἴ τις οὐχ εὑρέθη ἐν τῇ βίβλῳ τῆς ζωῆς γεγραμμένος, ἐβλήθη εἰς τὴν λίμνην τοῦ πυρός.
  • Matthew 26:14 - τότε πορευθεὶς εἷς τῶν δώδεκα, ὁ λεγόμενος Ἰούδας Ἰσκαριώτης πρὸς τοὺς ἀρχιερεῖς
  • Matthew 26:48 - ὁ δὲ παραδιδοὺς αὐτὸν, ἔδωκεν αὐτοῖς σημεῖον λέγων, ὃν ἂν φιλήσω, αὐτός ἐστιν; κρατήσατε αὐτόν.
  • Matthew 26:49 - καὶ εὐθέως προσελθὼν τῷ Ἰησοῦ εἶπεν, χαῖρε, Ῥαββεί, καὶ κατεφίλησεν αὐτόν.
  • Matthew 26:50 - ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ, ἑταῖρε, ἐφ’ ὃ πάρει? τότε προσελθόντες, ἐπέβαλον τὰς χεῖρας ἐπὶ τὸν Ἰησοῦν, καὶ ἐκράτησαν αὐτόν.
  • Matthew 26:51 - καὶ ἰδοὺ, εἷς τῶν μετὰ Ἰησοῦ, ἐκτείνας τὴν χεῖρα, ἀπέσπασεν τὴν μάχαιραν αὐτοῦ καὶ πατάξας τὸν δοῦλον τοῦ ἀρχιερέως, ἀφεῖλεν αὐτοῦ τὸ ὠτίον.
  • Matthew 26:52 - τότε λέγει αὐτῷ ὁ Ἰησοῦς, ἀπόστρεψον τὴν μάχαιράν σου εἰς τὸν τόπον αὐτῆς; πάντες γὰρ οἱ λαβόντες μάχαιραν, ἐν μαχαίρῃ ἀπολοῦνται.
  • Matthew 26:53 - ἢ δοκεῖς ὅτι οὐ δύναμαι παρακαλέσαι τὸν Πατέρα μου, καὶ παραστήσει μοι ἄρτι πλείω δώδεκα λεγιῶνας ἀγγέλων?
  • Matthew 26:54 - πῶς οὖν πληρωθῶσιν αἱ Γραφαὶ, ὅτι οὕτως δεῖ γενέσθαι?
  • Matthew 26:55 - ἐν ἐκείνῃ τῇ ὥρᾳ, εἶπεν ὁ Ἰησοῦς τοῖς ὄχλοις, ὡς ἐπὶ λῃστὴν ἐξήλθατε μετὰ μαχαιρῶν καὶ ξύλων συνλαβεῖν με? καθ’ ἡμέραν ἐν τῷ ἱερῷ, ἐκαθεζόμην διδάσκων, καὶ οὐκ ἐκρατήσατέ με.
  • Matthew 26:56 - τοῦτο δὲ ὅλον γέγονεν, ἵνα πληρωθῶσιν αἱ Γραφαὶ τῶν προφητῶν. τότε οἱ μαθηταὶ πάντες, ἀφέντες αὐτὸν ἔφυγον.
  • Matthew 26:57 - οἱ δὲ κρατήσαντες τὸν Ἰησοῦν, ἀπήγαγον πρὸς Καϊάφαν τὸν ἀρχιερέα, ὅπου οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι συνήχθησαν.
  • Matthew 26:58 - ὁ δὲ Πέτρος ἠκολούθει αὐτῷ ἀπὸ μακρόθεν ἕως τῆς αὐλῆς τοῦ ἀρχιερέως; καὶ εἰσελθὼν ἔσω, ἐκάθητο μετὰ τῶν ὑπηρετῶν ἰδεῖν τὸ τέλος.
  • Matthew 26:59 - οἱ δὲ ἀρχιερεῖς καὶ τὸ Συνέδριον ὅλον ἐζήτουν ψευδομαρτυρίαν κατὰ τοῦ Ἰησοῦ, ὅπως αὐτὸν θανατώσωσιν,
  • Acts 5:1 - ἀνὴρ δέ τις Ἁνανίας ὀνόματι, σὺν Σαπφείρῃ τῇ γυναικὶ αὐτοῦ, ἐπώλησεν κτῆμα
  • Acts 5:2 - καὶ ἐνοσφίσατο ἀπὸ τῆς τιμῆς, συνειδυίης καὶ τῆς γυναικός, καὶ ἐνέγκας μέρος τι, παρὰ τοὺς πόδας τῶν ἀποστόλων ἔθηκεν.
  • Acts 5:3 - εἶπεν δὲ ὁ Πέτρος, Ἁνανία, διὰ τί ἐπλήρωσεν ὁ Σατανᾶς τὴν καρδίαν σου, ψεύσασθαί σε τὸ Πνεῦμα τὸ Ἅγιον, καὶ νοσφίσασθαι ἀπὸ τῆς τιμῆς τοῦ χωρίου?
  • Romans 6:21 - τίνα οὖν καρπὸν εἴχετε τότε, ἐφ’ οἷς νῦν ἐπαισχύνεσθε? τὸ γὰρ τέλος ἐκείνων θάνατος.
  • Romans 6:22 - νυνὶ δέ, ἐλευθερωθέντες ἀπὸ τῆς ἁμαρτίας, δουλωθέντες δὲ τῷ Θεῷ, ἔχετε τὸν καρπὸν ὑμῶν εἰς ἁγιασμόν, τὸ δὲ τέλος ζωὴν αἰώνιον.
  • Romans 6:23 - τὰ γὰρ ὀψώνια τῆς ἁμαρτίας θάνατος; τὸ δὲ χάρισμα τοῦ Θεοῦ ζωὴ αἰώνιος ἐν Χριστῷ Ἰησοῦ, τῷ Κυρίῳ ἡμῶν.
  • Romans 5:12 - διὰ τοῦτο, ὥσπερ δι’ ἑνὸς ἀνθρώπου ἡ ἁμαρτία εἰς τὸν κόσμον εἰσῆλθεν, καὶ διὰ τῆς ἁμαρτίας ὁ θάνατος; καὶ οὕτως εἰς πάντας ἀνθρώπους ὁ θάνατος διῆλθεν, ἐφ’ ᾧ πάντες ἥμαρτον—
  • Romans 5:13 - ἄχρι γὰρ νόμου, ἁμαρτία ἦν ἐν κόσμῳ, ἁμαρτία δὲ οὐκ ἐλλογεῖται, μὴ ὄντος νόμου.
  • Romans 5:14 - ἀλλὰ ἐβασίλευσεν ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι Μωϋσέως, καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας ἐπὶ τῷ ὁμοιώματι τῆς παραβάσεως Ἀδάμ, ὅς ἐστιν τύπος τοῦ μέλλοντος.
  • Romans 5:15 - ἀλλ’ οὐχ ὡς τὸ παράπτωμα, οὕτως καὶ τὸ χάρισμα. εἰ γὰρ τῷ τοῦ ἑνὸς παραπτώματι, οἱ πολλοὶ ἀπέθανον, πολλῷ μᾶλλον ἡ χάρις τοῦ Θεοῦ καὶ ἡ δωρεὰ ἐν χάριτι, τῇ τοῦ ἑνὸς ἀνθρώπου, Ἰησοῦ Χριστοῦ, εἰς τοὺς πολλοὺς ἐπερίσσευσεν.
  • Romans 5:16 - καὶ οὐχ ὡς δι’ ἑνὸς ἁμαρτήσαντος, τὸ δώρημα; τὸ μὲν γὰρ κρίμα ἐξ ἑνὸς, εἰς κατάκριμα, τὸ δὲ χάρισμα ἐκ πολλῶν παραπτωμάτων, εἰς δικαίωμα.
  • Romans 5:17 - εἰ γὰρ τῷ τοῦ ἑνὸς παραπτώματι, ὁ θάνατος ἐβασίλευσεν διὰ τοῦ ἑνός, πολλῷ μᾶλλον οἱ τὴν περισσείαν τῆς χάριτος καὶ τῆς δωρεᾶς τῆς δικαιοσύνης λαμβάνοντες, ἐν ζωῇ βασιλεύσουσιν, διὰ τοῦ ἑνὸς, Ἰησοῦ Χριστοῦ.
  • Romans 5:18 - ἄρα οὖν ὡς δι’ ἑνὸς παραπτώματος, εἰς πάντας ἀνθρώπους εἰς κατάκριμα, οὕτως καὶ δι’ ἑνὸς δικαιώματος, εἰς πάντας ἀνθρώπους εἰς δικαίωσιν ζωῆς.
  • Romans 5:19 - ὥσπερ γὰρ διὰ τῆς παρακοῆς τοῦ ἑνὸς ἀνθρώπου, ἁμαρτωλοὶ κατεστάθησαν οἱ πολλοί, οὕτως καὶ διὰ τῆς ὑπακοῆς τοῦ ἑνὸς, δίκαιοι κατασταθήσονται οἱ πολλοί.
  • Romans 5:20 - νόμος δὲ παρεισῆλθεν, ἵνα πλεονάσῃ τὸ παράπτωμα; οὗ δὲ ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις,
  • Romans 5:21 - ἵνα ὥσπερ ἐβασίλευσεν ἡ ἁμαρτία ἐν τῷ θανάτῳ, οὕτως καὶ ἡ χάρις βασιλεύσῃ διὰ δικαιοσύνης, εἰς ζωὴν αἰώνιον διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν.
逐节对照交叉引用