jas 2:4 NA28
逐节对照
交叉引用
  • ΕΠΙΣΤΟΛΗ ΙΑΚΩΒΟΥ 1:1 - Ἰάκωβος θεοῦ καὶ κυρίου Ἰησοῦ Χριστοῦ δοῦλος ταῖς δώδεκα φυλαῖς ταῖς ἐν τῇ διασπορᾷ χαίρειν.
  • ΕΠΙΣΤΟΛΗ ΙΑΚΩΒΟΥ 1:2 - Πᾶσαν χαρὰν ἡγήσασθε, ἀδελφοί μου, ὅταν πειρασμοῖς περιπέσητε ποικίλοις,
  • ΕΠΙΣΤΟΛΗ ΙΑΚΩΒΟΥ 1:3 - γινώσκοντες ὅτι τὸ δοκίμιον ὑμῶν τῆς πίστεως κατεργάζεται ὑπομονήν.
  • ΕΠΙΣΤΟΛΗ ΙΑΚΩΒΟΥ 1:4 - ἡ δὲ ὑπομονὴ ἔργον τέλειον ἐχέτω, ἵνα ἦτε τέλειοι καὶ ὁλόκληροι ἐν μηδενὶ λειπόμενοι.
  • ΕΠΙΣΤΟΛΗ ΙΑΚΩΒΟΥ 1:5 - Εἰ δέ τις ὑμῶν λείπεται σοφίας, αἰτείτω παρὰ τοῦ διδόντος θεοῦ πᾶσιν ἁπλῶς καὶ μὴ ὀνειδίζοντος, καὶ δοθήσεται αὐτῷ.
  • ΕΠΙΣΤΟΛΗ ΙΑΚΩΒΟΥ 1:6 - αἰτείτω δὲ ἐν πίστει μηδὲν διακρινόμενος· ὁ γὰρ διακρινόμενος ἔοικεν κλύδωνι θαλάσσης ἀνεμιζομένῳ καὶ ῥιπιζομένῳ.
  • ΕΠΙΣΤΟΛΗ ΙΑΚΩΒΟΥ 1:7 - μὴ γὰρ οἰέσθω ὁ ἄνθρωπος ἐκεῖνος ὅτι λήμψεταί τι παρὰ τοῦ κυρίου,
  • ΕΠΙΣΤΟΛΗ ΙΑΚΩΒΟΥ 1:8 - ἀνὴρ δίψυχος, ἀκατάστατος ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ.
  • ΕΠΙΣΤΟΛΗ ΙΑΚΩΒΟΥ 1:9 - Καυχάσθω δὲ ὁ ἀδελφὸς ὁ ταπεινὸς ἐν τῷ ὕψει αὐτοῦ,
  • ΕΠΙΣΤΟΛΗ ΙΑΚΩΒΟΥ 1:10 - ὁ δὲ πλούσιος ἐν τῇ ταπεινώσει αὐτοῦ, ὅτι ὡς ἄνθος χόρτου παρελεύσεται.
  • ΕΠΙΣΤΟΛΗ ΙΑΚΩΒΟΥ 1:11 - ἀνέτειλεν γὰρ ὁ ἥλιος σὺν τῷ καύσωνι καὶ ἐξήρανεν τὸν χόρτον, καὶ τὸ ἄνθος αὐτοῦ ἐξέπεσεν, καὶ ἡ εὐπρέπεια τοῦ προσώπου αὐτοῦ ἀπώλετο· οὕτως καὶ ὁ πλούσιος ἐν ταῖς πορείαις αὐτοῦ μαρανθήσεται.
  • ΕΠΙΣΤΟΛΗ ΙΑΚΩΒΟΥ 1:12 - Μακάριος ἀνὴρ ὃς ὑπομένει πειρασμόν, ὅτι δόκιμος γενόμενος λήμψεται τὸν στέφανον τῆς ζωῆς ὃν ἐπηγγείλατο τοῖς ἀγαπῶσιν αὐτόν.
  • ΕΠΙΣΤΟΛΗ ΙΑΚΩΒΟΥ 1:13 - μηδεὶς πειραζόμενος λεγέτω ὅτι ἀπὸ θεοῦ πειράζομαι· ὁ γὰρ θεὸς ἀπείραστός ἐστιν κακῶν, πειράζει δὲ αὐτὸς οὐδένα.
  • ΕΠΙΣΤΟΛΗ ΙΑΚΩΒΟΥ 1:14 - ἕκαστος δὲ πειράζεται ὑπὸ τῆς ἰδίας ἐπιθυμίας ἐξελκόμενος καὶ δελεαζόμενος·
  • ΕΠΙΣΤΟΛΗ ΙΑΚΩΒΟΥ 1:15 - εἶτα ἡ ἐπιθυμία συλλαβοῦσα τίκτει ἁμαρτίαν, ἡ δὲ ἁμαρτία ἀποτελεσθεῖσα ἀποκύει θάνατον.
  • ΕΠΙΣΤΟΛΗ ΙΑΚΩΒΟΥ 1:16 - Μὴ πλανᾶσθε, ἀδελφοί μου ἀγαπητοί.
  • ΕΠΙΣΤΟΛΗ ΙΑΚΩΒΟΥ 1:17 - πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστιν καταβαῖνον ἀπὸ τοῦ πατρὸς τῶν φώτων, παρ’ ᾧ οὐκ ἔνι παραλλαγὴ ἢ τροπῆς ἀποσκίασμα.
  • ΕΠΙΣΤΟΛΗ ΙΑΚΩΒΟΥ 1:18 - βουληθεὶς ἀπεκύησεν ἡμᾶς λόγῳ ἀληθείας εἰς τὸ εἶναι ἡμᾶς ἀπαρχήν τινα τῶν αὐτοῦ κτισμάτων.
  • ΕΠΙΣΤΟΛΗ ΙΑΚΩΒΟΥ 1:19 - Ἴστε, ἀδελφοί μου ἀγαπητοί· ἔστω δὲ πᾶς ἄνθρωπος ταχὺς εἰς τὸ ἀκοῦσαι, βραδὺς εἰς τὸ λαλῆσαι, βραδὺς εἰς ὀργήν·
  • ΕΠΙΣΤΟΛΗ ΙΑΚΩΒΟΥ 1:20 - ὀργὴ γὰρ ἀνδρὸς δικαιοσύνην θεοῦ οὐ κατεργάζεται.
  • ΕΠΙΣΤΟΛΗ ΙΑΚΩΒΟΥ 1:21 - διὸ ἀποθέμενοι πᾶσαν ῥυπαρίαν καὶ περισσείαν κακίας ἐν πραΰτητι δέξασθε τὸν ἔμφυτον λόγον τὸν δυνάμενον σῶσαι τὰς ψυχὰς ὑμῶν.
  • ΕΠΙΣΤΟΛΗ ΙΑΚΩΒΟΥ 1:22 - Γίνεσθε δὲ ποιηταὶ λόγου καὶ μὴ μόνον ἀκροαταὶ παραλογιζόμενοι ἑαυτούς.
  • ΕΠΙΣΤΟΛΗ ΙΑΚΩΒΟΥ 1:23 - ὅτι εἴ τις ἀκροατὴς λόγου ἐστὶν καὶ οὐ ποιητής, οὗτος ἔοικεν ἀνδρὶ κατανοοῦντι τὸ πρόσωπον τῆς γενέσεως αὐτοῦ ἐν ἐσόπτρῳ·
  • ΕΠΙΣΤΟΛΗ ΙΑΚΩΒΟΥ 1:24 - κατενόησεν γὰρ ἑαυτὸν καὶ ἀπελήλυθεν καὶ εὐθέως ἐπελάθετο ὁποῖος ἦν.
  • ΕΠΙΣΤΟΛΗ ΙΑΚΩΒΟΥ 1:25 - ὁ δὲ παρακύψας εἰς νόμον τέλειον τὸν τῆς ἐλευθερίας καὶ παραμείνας οὐκ ἀκροατὴς ἐπιλησμονῆς γενόμενος ἀλλὰ ποιητὴς ἔργου, οὗτος μακάριος ἐν τῇ ποιήσει αὐτοῦ ἔσται.
  • ΕΠΙΣΤΟΛΗ ΙΑΚΩΒΟΥ 1:26 - Εἴ τις δοκεῖ θρησκὸς εἶναι μὴ χαλιναγωγῶν γλῶσσαν αὐτοῦ ἀλλ’ ἀπατῶν καρδίαν αὐτοῦ, τούτου μάταιος ἡ θρησκεία.
  • ΕΠΙΣΤΟΛΗ ΙΑΚΩΒΟΥ 1:27 - θρησκεία καθαρὰ καὶ ἀμίαντος παρὰ τῷ θεῷ καὶ πατρὶ αὕτη ἐστίν, ἐπισκέπτεσθαι ὀρφανοὺς καὶ χήρας ἐν τῇ θλίψει αὐτῶν, ἄσπιλον ἑαυτὸν τηρεῖν ἀπὸ τοῦ κόσμου.
  • ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:1 - Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε·
  • ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:2 - ἐν ᾧ γὰρ κρίματι κρίνετε κριθήσεσθε, καὶ ἐν ᾧ μέτρῳ μετρεῖτε μετρηθήσεται ὑμῖν.
  • ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:3 - Τί δὲ βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου, τὴν δὲ ἐν τῷ σῷ ὀφθαλμῷ δοκὸν οὐ κατανοεῖς;
  • ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:4 - ἢ πῶς ἐρεῖς τῷ ἀδελφῷ σου· ἄφες ἐκβάλω τὸ κάρφος ἐκ τοῦ ὀφθαλμοῦ σου, καὶ ἰδοὺ ἡ δοκὸς ἐν τῷ ὀφθαλμῷ σοῦ;
  • ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:5 - ὑποκριτά, ἔκβαλε πρῶτον ἐκ τοῦ ὀφθαλμοῦ σοῦ τὴν δοκόν, καὶ τότε διαβλέψεις ἐκβαλεῖν τὸ κάρφος ἐκ τοῦ ὀφθαλμοῦ τοῦ ἀδελφοῦ σου.
  • ΕΠΙΣΤΟΛΗ ΙΑΚΩΒΟΥ 4:11 - Μὴ καταλαλεῖτε ἀλλήλων, ἀδελφοί. ὁ καταλαλῶν ἀδελφοῦ ἢ κρίνων τὸν ἀδελφὸν αὐτοῦ καταλαλεῖ νόμου καὶ κρίνει νόμον· εἰ δὲ νόμον κρίνεις, οὐκ εἶ ποιητὴς νόμου ἀλλὰ κριτής.
  • ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7:24 - μὴ κρίνετε κατ’ ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνετε.
逐节对照交叉引用