jhn 12:14 UGNT
逐节对照
交叉引用
  • Matthew 21:1 - καὶ ὅτε ἤγγισαν εἰς Ἱεροσόλυμα καὶ ἦλθον εἰς Βηθφαγὴ πρὸς τὸ Ὄρος τῶν Ἐλαιῶν, τότε Ἰησοῦς ἀπέστειλεν δύο μαθητὰς
  • Matthew 21:2 - λέγων αὐτοῖς, πορεύεσθε εἰς τὴν κώμην, τὴν κατέναντι ὑμῶν, καὶ εὐθέως εὑρήσετε ὄνον δεδεμένην καὶ πῶλον μετ’ αὐτῆς; λύσαντες ἀγάγετέ μοι.
  • Matthew 21:3 - καὶ ἐάν τις ὑμῖν εἴπῃ τι, ἐρεῖτε, ὅτι ὁ Κύριος αὐτῶν χρείαν ἔχει, εὐθὺς δὲ ἀποστελεῖ αὐτούς.
  • Matthew 21:4 - τοῦτο δὲ γέγονεν, ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου λέγοντος,
  • Matthew 21:5 - εἴπατε τῇ θυγατρὶ Σιών, ἰδοὺ, ὁ βασιλεύς σου ἔρχεταί σοι, πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ ὄνον καὶ ἐπὶ πῶλον, υἱὸν ὑποζυγίου.
  • Matthew 21:6 - πορευθέντες δὲ οἱ μαθηταὶ, καὶ ποιήσαντες καθὼς συνέταξεν αὐτοῖς ὁ Ἰησοῦς,
  • Matthew 21:7 - ἤγαγον τὴν ὄνον καὶ τὸν πῶλον, καὶ ἐπέθηκαν ἐπ’ αὐτῶν τὰ ἱμάτια, αὐτῶν καὶ ἐπεκάθισεν ἐπάνω αὐτῶν.
  • Mark 11:1 - καὶ ὅτε ἐγγίζουσιν εἰς Ἱεροσόλυμα, εἰς Βηθφαγὴ καὶ Βηθανίαν πρὸς τὸ Ὄρος τῶν Ἐλαιῶν, ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ,
  • Mark 11:2 - καὶ λέγει αὐτοῖς, ὑπάγετε εἰς τὴν κώμην τὴν κατέναντι ὑμῶν, καὶ εὐθὺς εἰσπορευόμενοι εἰς αὐτὴν, εὑρήσετε πῶλον δεδεμένον ἐφ’ ὃν οὐδεὶς ἀνθρώπων οὔπω ἐκάθισεν; λύσατε αὐτὸν καὶ φέρετε.
  • Mark 11:3 - καὶ ἐάν τις ὑμῖν εἴπῃ, τί ποιεῖτε τοῦτο? εἴπατε, ὅτι ὁ Κύριος αὐτοῦ χρείαν ἔχει, καὶ εὐθὺς αὐτὸν ἀποστέλλει πάλιν ὧδε.
  • Mark 11:4 - καὶ ἀπῆλθον, καὶ εὗρον πῶλον δεδεμένον πρὸς τὴν θύραν ἔξω ἐπὶ τοῦ ἀμφόδου, καὶ λύουσιν αὐτόν.
  • Mark 11:5 - καί τινες τῶν ἐκεῖ ἑστηκότων ἔλεγον αὐτοῖς, τί ποιεῖτε λύοντες τὸν πῶλον?
  • Mark 11:6 - οἱ δὲ εἶπον αὐτοῖς καθὼς εἶπεν ὁ Ἰησοῦς, καὶ ἀφῆκαν αὐτούς.
  • Mark 11:7 - καὶ ἤγαγον τὸν πῶλον πρὸς τὸν Ἰησοῦν, καὶ ἐπιβάλλουσιν αὐτῷ τὰ ἱμάτια αὐτῶν, καὶ ἐκάθισεν ἐπ’ αὐτόν.
  • Luke 19:29 - καὶ ἐγένετο ὡς ἤγγισεν εἰς Βηθφαγὴ καὶ Βηθανίαν, πρὸς τὸ ὄρος τὸ καλούμενον Ἐλαιῶν, ἀπέστειλεν δύο τῶν μαθητῶν
  • Luke 19:30 - λέγων, ὑπάγετε εἰς τὴν κατέναντι κώμην, ἐν ᾗ εἰσπορευόμενοι εὑρήσετε πῶλον δεδεμένον, ἐφ’ ὃν οὐδεὶς πώποτε ἀνθρώπων ἐκάθισεν; λύσαντες αὐτὸν, ἀγάγετε.
  • Luke 19:31 - καὶ ἐάν τις ὑμᾶς ἐρωτᾷ, διὰ τί λύετε? οὕτως ἐρεῖτε, ὅτι ὁ Κύριος αὐτοῦ χρείαν ἔχει.
  • Luke 19:32 - ἀπελθόντες δὲ οἱ ἀπεσταλμένοι εὗρον καθὼς εἶπεν αὐτοῖς.
  • Luke 19:33 - λυόντων δὲ αὐτῶν τὸν πῶλον, εἶπαν οἱ κύριοι αὐτοῦ πρὸς αὐτούς, τί λύετε τὸν πῶλον?
  • Luke 19:34 - οἱ δὲ εἶπαν, ὅτι ὁ Κύριος αὐτοῦ χρείαν ἔχει.
  • Luke 19:35 - καὶ ἤγαγον αὐτὸν πρὸς τὸν Ἰησοῦν; καὶ ἐπιρίψαντες αὐτῶν τὰ ἱμάτια ἐπὶ τὸν πῶλον, ἐπεβίβασαν τὸν Ἰησοῦν.
逐节对照交叉引用