jhn 13:13 UGNT
逐节对照
交叉引用
  • Matthew 7:21 - οὐ πᾶς ὁ λέγων μοι, Κύριε, Κύριε, εἰσελεύσεται εἰς τὴν Βασιλείαν τῶν Οὐρανῶν, ἀλλ’ ὁ ποιῶν τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς.
  • Matthew 7:22 - πολλοὶ ἐροῦσίν μοι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, Κύριε, Κύριε, οὐ τῷ σῷ ὀνόματι ἐπροφητεύσαμεν, καὶ τῷ σῷ ὀνόματι δαιμόνια ἐξεβάλομεν, καὶ τῷ σῷ ὀνόματι δυνάμεις πολλὰς ἐποιήσαμεν?
  • Matthew 23:8 - ὑμεῖς δὲ μὴ κληθῆτε Ῥαββεί; εἷς γάρ ἐστιν ὑμῶν ὁ καθηγητὴς, πάντες δὲ ὑμεῖς ἀδελφοί ἐστε.
  • Matthew 23:9 - καὶ Πατέρα μὴ καλέσητε ὑμῶν ἐπὶ τῆς γῆς; εἷς γάρ ἐστιν ὑμῶν ὁ Πατὴρ ὁ οὐράνιος.
  • Matthew 23:10 - μηδὲ κληθῆτε Καθηγηταί; ὅτι καθηγητὴς ὑμῶν ἐστιν εἷς, ὁ Χριστός.
  • 2 Peter 1:14 - εἰδὼς ὅτι ταχινή ἐστιν ἡ ἀπόθεσις τοῦ σκηνώματός μου, καθὼς καὶ ὁ Κύριος ἡμῶν, Ἰησοῦς Χριστὸς, ἐδήλωσέν μοι;
  • 2 Peter 1:15 - σπουδάσω δὲ καὶ ἑκάστοτε, ἔχειν ὑμᾶς μετὰ τὴν ἐμὴν ἔξοδον, τὴν τούτων μνήμην ποιεῖσθαι.
  • 2 Peter 1:16 - οὐ γὰρ σεσοφισμένοις μύθοις ἐξακολουθήσαντες, ἐγνωρίσαμεν ὑμῖν τὴν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ δύναμιν καὶ παρουσίαν, ἀλλ’ ἐπόπται γενηθέντες τῆς ἐκείνου μεγαλειότητος.
  • Philippians 3:8 - ἀλλὰ μενοῦνγε καὶ ἡγοῦμαι πάντα ζημίαν εἶναι, διὰ τὸ ὑπερέχον τῆς γνώσεως Χριστοῦ Ἰησοῦ τοῦ Κυρίου μου, δι’ ὃν τὰ πάντα ἐζημιώθην καὶ ἡγοῦμαι σκύβαλα, ἵνα Χριστὸν κερδήσω
  • James 2:19 - σὺ πιστεύεις ὅτι εἷς ἐστιν ὁ Θεός. καλῶς ποιεῖς; καὶ τὰ δαιμόνια πιστεύουσιν καὶ φρίσσουσιν.
  • Luke 10:28 - εἶπεν δὲ αὐτῷ, ὀρθῶς ἀπεκρίθης. τοῦτο ποίει, καὶ ζήσῃ.
  • Luke 7:43 - ἀποκριθεὶς Σίμων εἶπεν, ὑπολαμβάνω ὅτι ᾧ τὸ πλεῖον ἐχαρίσατο. ὁ δὲ εἶπεν αὐτῷ, ὀρθῶς ἔκρινας.
  • 1 Corinthians 8:6 - ἀλλ’ ἡμῖν εἷς Θεὸς ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα, καὶ ἡμεῖς εἰς αὐτόν; καὶ εἷς Κύριος, Ἰησοῦς Χριστός, δι’ οὗ τὰ πάντα, καὶ ἡμεῖς δι’ αὐτοῦ.
  • Romans 14:8 - ἐάν τε γὰρ ζῶμεν, τῷ Κυρίῳ ζῶμεν; ἐάν τε ἀποθνῄσκωμεν, τῷ Κυρίῳ ἀποθνῄσκομεν. ἐάν τε οὖν ζῶμεν, ἐάν τε ἀποθνῄσκωμεν, τοῦ Κυρίου ἐσμέν.
  • Romans 14:9 - εἰς τοῦτο γὰρ Χριστὸς ἀπέθανεν καὶ ἔζησεν, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ.
  • Luke 6:46 - τί δέ με καλεῖτε Κύριε, Κύριε, καὶ οὐ ποιεῖτε ἃ λέγω?
  • John 11:28 - καὶ τοῦτο εἰποῦσα ἀπῆλθεν, καὶ ἐφώνησεν Μαριὰμ, τὴν ἀδελφὴν αὐτῆς λάθρᾳ εἰποῦσα, ὁ διδάσκαλος πάρεστιν, καὶ φωνεῖ σε.
  • Philippians 2:11 - καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται ὅτι Κύριος Ἰησοῦς Χριστὸς, εἰς δόξαν Θεοῦ Πατρὸς.
  • 1 Corinthians 12:3 - διὸ γνωρίζω ὑμῖν, ὅτι οὐδεὶς ἐν Πνεύματι Θεοῦ λαλῶν, λέγει, ἀνάθεμα Ἰησοῦς; καὶ οὐδεὶς δύναται εἰπεῖν, Κύριος Ἰησοῦς, εἰ μὴ ἐν Πνεύματι Ἁγίῳ.
逐节对照交叉引用