jhn 18:12 UGNT
逐节对照
交叉引用
  • Acts 23:10 - πολλῆς δὲ γινομένης στάσεως, φοβηθεὶς ὁ χιλίαρχος μὴ διασπασθῇ ὁ Παῦλος ὑπ’ αὐτῶν, ἐκέλευσεν τὸ στράτευμα καταβὰν ἁρπάσαι αὐτὸν ἐκ μέσου αὐτῶν, ἄγειν τε εἰς τὴν παρεμβολήν.
  • Acts 23:17 - προσκαλεσάμενος δὲ ὁ Παῦλος ἕνα τῶν ἑκατονταρχῶν, ἔφη, τὸν νεανίαν τοῦτον ἄπαγε πρὸς τὸν χιλίαρχον, ἔχει γὰρ ἀπαγγεῖλαί τι αὐτῷ.
  • Acts 23:18 - ὁ μὲν οὖν παραλαβὼν αὐτὸν, ἤγαγεν πρὸς τὸν χιλίαρχον, καὶ φησίν, ὁ δέσμιος, Παῦλος, προσκαλεσάμενός με, ἠρώτησεν τοῦτον τὸν νεανίαν ἀγαγεῖν πρὸς σέ, ἔχοντά τι λαλῆσαί σοι.
  • Acts 23:19 - ἐπιλαβόμενος δὲ τῆς χειρὸς αὐτοῦ ὁ χιλίαρχος, καὶ ἀναχωρήσας κατ’ ἰδίαν, ἐπυνθάνετο, τί ἐστιν ὃ ἔχεις ἀπαγγεῖλαί μοι?
  • Acts 23:20 - εἶπεν δὲ, ὅτι οἱ Ἰουδαῖοι συνέθεντο τοῦ ἐρωτῆσαί σε, ὅπως αὔριον τὸν Παῦλον καταγάγῃς εἰς τὸ Συνέδριον, ὡς μέλλων τι ἀκριβέστερον πυνθάνεσθαι περὶ αὐτοῦ.
  • Acts 23:21 - σὺ οὖν μὴ πεισθῇς αὐτοῖς, ἐνεδρεύουσιν γὰρ αὐτὸν ἐξ αὐτῶν ἄνδρες πλείους τεσσεράκοντα, οἵτινες ἀνεθεμάτισαν ἑαυτοὺς μήτε φαγεῖν μήτε πιεῖν, ἕως οὗ ἀνέλωσιν αὐτόν; καὶ νῦν εἰσιν ἕτοιμοι, προσδεχόμενοι τὴν ἀπὸ σοῦ ἐπαγγελίαν.
  • Acts 23:22 - ὁ μὲν οὖν χιλίαρχος ἀπέλυσε τὸν νεανίσκον παραγγείλας, μηδενὶ ἐκλαλῆσαι ὅτι ταῦτα ἐνεφάνισας πρὸς ἐμέ.
  • Matthew 27:2 - καὶ δήσαντες αὐτὸν ἀπήγαγον καὶ παρέδωκαν Πειλάτῳ τῷ ἡγεμόνι.
  • Mark 15:1 - καὶ εὐθὺς πρωῒ, συμβούλιον ποιήσαντες οἱ ἀρχιερεῖς, μετὰ τῶν πρεσβυτέρων καὶ γραμματέων, καὶ ὅλον τὸ Συνέδριον, δήσαντες τὸν Ἰησοῦν, ἀπήνεγκαν καὶ παρέδωκαν Πειλάτῳ.
  • Acts 21:37 - μέλλων τε εἰσάγεσθαι εἰς τὴν παρεμβολὴν, ὁ Παῦλος λέγει τῷ χιλιάρχῳ, εἰ ἔξεστίν μοι εἰπεῖν τι πρὸς σέ? ὁ δὲ ἔφη, Ἑλληνιστὶ γινώσκεις?
  • Luke 22:54 - συνλαβόντες δὲ αὐτὸν, ἤγαγον καὶ εἰσήγαγον εἰς τὴν οἰκίαν τοῦ ἀρχιερέως. ὁ δὲ Πέτρος ἠκολούθει μακρόθεν.
  • Mark 14:53 - καὶ ἀπήγαγον τὸν Ἰησοῦν πρὸς τὸν ἀρχιερέα, καὶ συνέρχονται πάντες οἱ ἀρχιερεῖς, καὶ οἱ πρεσβύτεροι, καὶ οἱ γραμματεῖς.
  • Acts 22:24 - ἐκέλευσεν ὁ χιλίαρχος εἰσάγεσθαι αὐτὸν εἰς τὴν παρεμβολήν, εἴπας μάστιξιν ἀνετάζεσθαι αὐτὸν, ἵνα ἐπιγνῷ δι’ ἣν αἰτίαν οὕτως ἐπεφώνουν αὐτῷ.
  • Acts 22:25 - ὡς δὲ προέτειναν αὐτὸν τοῖς ἱμᾶσιν, εἶπεν πρὸς τὸν ἑστῶτα ἑκατόνταρχον ὁ Παῦλος, εἰ ἄνθρωπον Ῥωμαῖον καὶ ἀκατάκριτον, ἔξεστιν ὑμῖν μαστίζειν?
  • Acts 22:26 - ἀκούσας δὲ ὁ ἑκατοντάρχης, προσελθὼν τῷ χιλιάρχῳ, ἀπήγγειλεν λέγων, τί μέλλεις ποιεῖν? ὁ γὰρ ἄνθρωπος οὗτος Ῥωμαῖός ἐστιν.
  • Acts 22:27 - προσελθὼν δὲ, ὁ χιλίαρχος εἶπεν αὐτῷ, λέγε μοι, σὺ Ῥωμαῖος εἶ? ὁ δὲ ἔφη, ναί.
  • Acts 22:28 - ἀπεκρίθη δὲ ὁ χιλίαρχος, ἐγὼ πολλοῦ κεφαλαίου τὴν πολιτείαν ταύτην ἐκτησάμην. ὁ δὲ Παῦλος ἔφη, ἐγὼ δὲ καὶ γεγέννημαι.
  • Acts 21:31 - ζητούντων τε αὐτὸν ἀποκτεῖναι, ἀνέβη φάσις τῷ χιλιάρχῳ τῆς σπείρης, ὅτι ὅλη συνχύννεται Ἰερουσαλήμ;
  • John 18:3 - ὁ οὖν Ἰούδας λαβὼν τὴν σπεῖραν, καὶ ἐκ τῶν ἀρχιερέων καὶ ἐκ τῶν Φαρισαίων ὑπηρέτας, ἔρχεται ἐκεῖ μετὰ φανῶν, καὶ λαμπάδων, καὶ ὅπλων.
  • Matthew 26:57 - οἱ δὲ κρατήσαντες τὸν Ἰησοῦν, ἀπήγαγον πρὸς Καϊάφαν τὸν ἀρχιερέα, ὅπου οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι συνήχθησαν.
逐节对照交叉引用