jhn 18:19 UGNT
逐节对照
交叉引用
  • Luke 22:63 - καὶ οἱ ἄνδρες οἱ συνέχοντες αὐτὸν, ἐνέπαιζον αὐτῷ δέροντες.
  • Luke 22:64 - καὶ περικαλύψαντες αὐτὸν, ἐπηρώτων λέγοντες, προφήτευσον, τίς ἐστιν ὁ παίσας σε?
  • Luke 22:65 - καὶ ἕτερα πολλὰ βλασφημοῦντες, ἔλεγον εἰς αὐτόν.
  • Luke 22:66 - καὶ ὡς ἐγένετο ἡμέρα, συνήχθη τὸ πρεσβυτέριον τοῦ λαοῦ, ἀρχιερεῖς τε καὶ γραμματεῖς, καὶ ἀπήγαγον αὐτὸν εἰς τὸ Συνέδριον αὐτῶν
  • Luke 22:67 - λέγοντες, εἰ σὺ εἶ ὁ Χριστός, εἰπὸν ἡμῖν. εἶπεν δὲ αὐτοῖς, ἐὰν ὑμῖν εἴπω, οὐ μὴ πιστεύσητε;
  • Luke 22:68 - ἐὰν δὲ ἐρωτήσω, οὐ μὴ ἀποκριθῆτε.
  • Luke 22:69 - ἀπὸ τοῦ νῦν δὲ ἔσται ὁ Υἱὸς τοῦ Ἀνθρώπου καθήμενος ἐκ δεξιῶν τῆς δυνάμεως τοῦ Θεοῦ.
  • Luke 22:70 - εἶπαν δὲ πάντες, σὺ οὖν εἶ ὁ Υἱὸς τοῦ Θεοῦ? ὁ δὲ πρὸς αὐτοὺς ἔφη, ὑμεῖς λέγετε ὅτι ἐγώ εἰμι.
  • Luke 22:71 - οἱ δὲ εἶπαν, τί ἔτι ἔχομεν μαρτυρίας χρείαν? αὐτοὶ γὰρ ἠκούσαμεν ἀπὸ τοῦ στόματος αὐτοῦ.
  • Luke 11:53 - κἀκεῖθεν ἐξελθόντος αὐτοῦ, ἤρξαντο οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι δεινῶς ἐνέχειν, καὶ ἀποστοματίζειν αὐτὸν περὶ πλειόνων,
  • Luke 11:54 - ἐνεδρεύοντες αὐτὸν θηρεῦσαί τι ἐκ τοῦ στόματος αὐτοῦ.
  • Matthew 26:59 - οἱ δὲ ἀρχιερεῖς καὶ τὸ Συνέδριον ὅλον ἐζήτουν ψευδομαρτυρίαν κατὰ τοῦ Ἰησοῦ, ὅπως αὐτὸν θανατώσωσιν,
  • Matthew 26:60 - καὶ οὐχ εὗρον, πολλῶν προσελθόντων ψευδομαρτύρων. ὕστερον δὲ προσελθόντες δύο
  • Matthew 26:61 - εἶπον, οὗτος ἔφη, δύναμαι καταλῦσαι τὸν ναὸν τοῦ Θεοῦ, καὶ διὰ τριῶν ἡμερῶν οἰκοδομῆσαι.
  • Matthew 26:62 - καὶ ἀναστὰς, ὁ ἀρχιερεὺς εἶπεν αὐτῷ, οὐδὲν ἀποκρίνῃ, τί οὗτοί σου καταμαρτυροῦσιν?
  • Matthew 26:63 - ὁ δὲ Ἰησοῦς ἐσιώπα. καὶ ὁ ἀρχιερεὺς εἶπεν αὐτῷ, ἐξορκίζω σε κατὰ τοῦ Θεοῦ τοῦ ζῶντος, ἵνα ἡμῖν εἴπῃς εἰ σὺ εἶ ὁ Χριστὸς, ὁ Υἱὸς τοῦ Θεοῦ.
  • Matthew 26:64 - λέγει αὐτῷ ὁ Ἰησοῦς, σὺ εἶπας. πλὴν λέγω ὑμῖν, ἀπ’ ἄρτι ὄψεσθε τὸν Υἱὸν τοῦ Ἀνθρώπου, καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως, καὶ ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ.
  • Matthew 26:65 - τότε ὁ ἀρχιερεὺς διέρρηξεν τὰ ἱμάτια αὐτοῦ λέγων, ἐβλασφήμησεν; τί ἔτι χρείαν ἔχομεν μαρτύρων? ἴδε, νῦν ἠκούσατε τὴν βλασφημίαν.
  • Matthew 26:66 - τί ὑμῖν δοκεῖ? οἱ δὲ ἀποκριθέντες εἶπον, ἔνοχος θανάτου ἐστίν.
  • Matthew 26:67 - τότε ἐνέπτυσαν εἰς τὸ πρόσωπον αὐτοῦ καὶ ἐκολάφισαν αὐτόν; οἱ δὲ ἐράπισαν
  • Matthew 26:68 - λέγοντες, προφήτευσον ἡμῖν, Χριστέ, τίς ἐστιν ὁ παίσας σε?
  • Mark 14:55 - οἱ δὲ ἀρχιερεῖς καὶ ὅλον τὸ Συνέδριον ἐζήτουν κατὰ τοῦ Ἰησοῦ μαρτυρίαν, εἰς τὸ θανατῶσαι αὐτόν, καὶ οὐχ ηὕρισκον.
  • Mark 14:56 - πολλοὶ γὰρ ἐψευδομαρτύρουν κατ’ αὐτοῦ, καὶ ἴσαι αἱ μαρτυρίαι οὐκ ἦσαν.
  • Mark 14:57 - καί τινες ἀναστάντες, ἐψευδομαρτύρουν κατ’ αὐτοῦ λέγοντες,
  • Mark 14:58 - ὅτι ἡμεῖς ἠκούσαμεν αὐτοῦ λέγοντος, ὅτι ἐγὼ καταλύσω τὸν ναὸν τοῦτον, τὸν χειροποίητον, καὶ διὰ τριῶν ἡμερῶν ἄλλον ἀχειροποίητον οἰκοδομήσω.
  • Mark 14:59 - καὶ οὐδὲ οὕτως ἴση ἦν ἡ μαρτυρία αὐτῶν.
  • Mark 14:60 - καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἰς μέσον, ἐπηρώτησεν τὸν Ἰησοῦν λέγων, οὐκ ἀποκρίνῃ οὐδέν? τί οὗτοί σου καταμαρτυροῦσιν?
  • Mark 14:61 - ὁ δὲ ἐσιώπα, καὶ οὐκ ἀπεκρίνατο οὐδέν. πάλιν ὁ ἀρχιερεὺς ἐπηρώτα αὐτὸν, καὶ λέγει αὐτῷ, σὺ εἶ ὁ Χριστὸς, ὁ Υἱὸς τοῦ Εὐλογητοῦ?
  • Mark 14:62 - ὁ δὲ Ἰησοῦς εἶπεν, ἐγώ εἰμι; καὶ ὄψεσθε τὸν Υἱὸν τοῦ Ἀνθρώπου ἐκ δεξιῶν καθήμενον τῆς δυνάμεως, καὶ ἐρχόμενον μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ.
  • Mark 14:63 - ὁ δὲ ἀρχιερεὺς διαρρήξας τοὺς χιτῶνας αὐτοῦ λέγει, τί ἔτι χρείαν ἔχομεν μαρτύρων?
  • Mark 14:64 - ἠκούσατε τῆς βλασφημίας. τί ὑμῖν φαίνεται? οἱ δὲ πάντες κατέκριναν αὐτὸν, ἔνοχον εἶναι θανάτου.
  • Mark 14:65 - καὶ ἤρξαντό τινες ἐμπτύειν αὐτῷ, καὶ περικαλύπτειν αὐτοῦ τὸ πρόσωπον, καὶ κολαφίζειν αὐτὸν, καὶ λέγειν αὐτῷ, προφήτευσον! καὶ οἱ ὑπηρέται ῥαπίσμασιν αὐτὸν ἔλαβον.
  • Luke 20:20 - καὶ παρατηρήσαντες, ἀπέστειλαν ἐνκαθέτους ὑποκρινομένους ἑαυτοὺς δικαίους εἶναι, ἵνα ἐπιλάβωνται αὐτοῦ λόγου, ὥστε παραδοῦναι αὐτὸν τῇ ἀρχῇ καὶ τῇ ἐξουσίᾳ τοῦ ἡγεμόνος.
逐节对照交叉引用