jhn 19:16 UGNT
逐节对照
交叉引用
  • Mark 15:15 - ὁ δὲ Πειλᾶτος βουλόμενος τῷ ὄχλῳ τὸ ἱκανὸν ποιῆσαι, ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν, καὶ παρέδωκεν τὸν Ἰησοῦν φραγελλώσας, ἵνα σταυρωθῇ.
  • Mark 15:16 - οἱ δὲ στρατιῶται ἀπήγαγον αὐτὸν ἔσω τῆς αὐλῆς, ὅ ἐστιν πραιτώριον, καὶ συνκαλοῦσιν ὅλην τὴν σπεῖραν.
  • Mark 15:17 - καὶ ἐνδιδύσκουσιν αὐτὸν πορφύραν, καὶ περιτιθέασιν αὐτῷ πλέξαντες ἀκάνθινον στέφανον;
  • Mark 15:18 - καὶ ἤρξαντο ἀσπάζεσθαι αὐτόν, Χαῖρε, Βασιλεῦ τῶν Ἰουδαίων!
  • Mark 15:19 - καὶ ἔτυπτον αὐτοῦ τὴν κεφαλὴν καλάμῳ, καὶ ἐνέπτυον αὐτῷ; καὶ τιθέντες τὰ γόνατα, προσεκύνουν αὐτῷ.
  • Mark 15:20 - καὶ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴν πορφύραν, καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια αὐτοῦ. καὶ ἐξάγουσιν αὐτὸν, ἵνα σταυρώσωσιν αὐτόν.
  • Matthew 27:26 - τότε ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν; τὸν δὲ Ἰησοῦν φραγελλώσας, παρέδωκεν ἵνα σταυρωθῇ.
  • Matthew 27:27 - τότε οἱ στρατιῶται τοῦ ἡγεμόνος, παραλαβόντες τὸν Ἰησοῦν εἰς τὸ πραιτώριον, συνήγαγον ἐπ’ αὐτὸν ὅλην τὴν σπεῖραν.
  • Matthew 27:28 - καὶ ἐκδύσαντες αὐτὸν, χλαμύδα κοκκίνην περιέθηκαν αὐτῷ;
  • Matthew 27:29 - καὶ πλέξαντες στέφανον ἐξ ἀκανθῶν, ἐπέθηκαν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ; καὶ κάλαμον ἐν τῇ δεξιᾷ αὐτοῦ; καὶ γονυπετήσαντες ἔμπροσθεν αὐτοῦ, ἐνέπαιξαν αὐτῷ λέγοντες, χαῖρε, ὁ Βασιλεῦ τῶν Ἰουδαίων!
  • Matthew 27:30 - καὶ ἐμπτύσαντες εἰς αὐτὸν, ἔλαβον τὸν κάλαμον, καὶ ἔτυπτον εἰς τὴν κεφαλὴν αὐτοῦ.
  • Matthew 27:31 - καὶ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴν χλαμύδα καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια αὐτοῦ; καὶ ἀπήγαγον αὐτὸν εἰς τὸ σταυρῶσαι.
  • Luke 23:24 - καὶ Πειλᾶτος ἐπέκρινεν γενέσθαι τὸ αἴτημα αὐτῶν.
  • Luke 23:25 - ἀπέλυσεν δὲ τὸν διὰ στάσιν καὶ φόνον βεβλημένον εἰς φυλακὴν, ὃν ᾐτοῦντο; τὸν δὲ Ἰησοῦν παρέδωκεν τῷ θελήματι αὐτῶν.
逐节对照交叉引用