jhn 19:8 UGNT
逐节对照
交叉引用
  • Acts 14:11 - οἵ τε ὄχλοι ἰδόντες ὃ ἐποίησεν Παῦλος, ἐπῆραν τὴν φωνὴν αὐτῶν Λυκαονιστὶ λέγοντες, οἱ θεοὶ ὁμοιωθέντες ἀνθρώποις, κατέβησαν πρὸς ἡμᾶς.
  • Acts 14:12 - ἐκάλουν τε τὸν Βαρναβᾶν, Δία, τὸν δὲ Παῦλον, Ἑρμῆν, ἐπειδὴ αὐτὸς ἦν ὁ ἡγούμενος τοῦ λόγου.
  • Acts 14:13 - ὅ τε ἱερεὺς τοῦ Διὸς, τοῦ ὄντος πρὸ τῆς πόλεως, ταύρους καὶ στέμματα ἐπὶ τοὺς πυλῶνας ἐνέγκας, σὺν τοῖς ὄχλοις ἤθελεν θύειν.
  • Acts 14:14 - ἀκούσαντες δὲ οἱ ἀπόστολοι Βαρναβᾶς καὶ Παῦλος, διαρρήξαντες τὰ ἱμάτια ἑαυτῶν, ἐξεπήδησαν εἰς τὸν ὄχλον, κράζοντες
  • Acts 14:15 - καὶ λέγοντες, ἄνδρες, τί ταῦτα ποιεῖτε? καὶ ἡμεῖς ὁμοιοπαθεῖς ἐσμεν ὑμῖν ἄνθρωποι, εὐαγγελιζόμενοι ὑμᾶς ἀπὸ τούτων τῶν ματαίων ἐπιστρέφειν ἐπὶ Θεὸν ζῶντα, ὃς ἐποίησεν τὸν οὐρανὸν, καὶ τὴν γῆν, καὶ τὴν θάλασσαν, καὶ πάντα τὰ ἐν αὐτοῖς.
  • Acts 14:16 - ὃς, ἐν ταῖς παρῳχημέναις γενεαῖς, εἴασεν πάντα τὰ ἔθνη πορεύεσθαι ταῖς ὁδοῖς αὐτῶν.
  • Acts 14:17 - καίτοι οὐκ ἀμάρτυρον αὑτὸν ἀφῆκεν, ἀγαθουργῶν οὐρανόθεν ὑμῖν ὑετοὺς διδοὺς καὶ καιροὺς καρποφόρους, ἐμπιπλῶν τροφῆς καὶ εὐφροσύνης τὰς καρδίας ὑμῶν.
  • Acts 14:18 - καὶ ταῦτα λέγοντες, μόλις κατέπαυσαν τοὺς ὄχλους τοῦ μὴ θύειν αὐτοῖς.
  • Acts 14:19 - ἐπῆλθαν δὲ ἀπὸ Ἀντιοχείας καὶ Ἰκονίου Ἰουδαῖοι, καὶ πείσαντες τοὺς ὄχλους, καὶ λιθάσαντες τὸν Παῦλον, ἔσυρον ἔξω τῆς πόλεως, νομίζοντες αὐτὸν τεθνηκέναι.
  • John 19:13 - ὁ οὖν Πειλᾶτος, ἀκούσας τῶν λόγων τούτων, ἤγαγεν ἔξω τὸν Ἰησοῦν, καὶ ἐκάθισεν ἐπὶ βήματος, εἰς τόπον λεγόμενον Λιθόστρωτον, Ἑβραϊστὶ δὲ, Γαββαθᾶ.
逐节对照交叉引用