jhn 20:9 UGNT
逐节对照
交叉引用
  • Acts 13:29 - ὡς δὲ ἐτέλεσαν πάντα τὰ περὶ αὐτοῦ γεγραμμένα, καθελόντες ἀπὸ τοῦ ξύλου, ἔθηκαν εἰς μνημεῖον.
  • Acts 13:30 - ὁ δὲ Θεὸς ἤγειρεν αὐτὸν ἐκ νεκρῶν;
  • Acts 13:31 - ὃς ὤφθη ἐπὶ ἡμέρας πλείους τοῖς συναναβᾶσιν αὐτῷ ἀπὸ τῆς Γαλιλαίας εἰς Ἰερουσαλήμ, οἵτινες νῦν εἰσιν μάρτυρες αὐτοῦ πρὸς τὸν λαόν.
  • Acts 13:32 - καὶ ἡμεῖς ὑμᾶς εὐαγγελιζόμεθα. τὴν πρὸς τοὺς πατέρας ἐπαγγελίαν γενομένην,
  • Acts 13:33 - ὅτι ταύτην ὁ Θεὸς ἐκπεπλήρωκεν τοῖς τέκνοις ἡμῶν, ἀναστήσας Ἰησοῦν; ὡς καὶ ἐν τῷ ψαλμῷ γέγραπται τῷ δευτέρῳ, Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε.
  • Acts 13:34 - ὅτι δὲ ἀνέστησεν αὐτὸν ἐκ νεκρῶν, μηκέτι μέλλοντα ὑποστρέφειν εἰς διαφθοράν, οὕτως εἴρηκεν, ὅτι δώσω ὑμῖν τὰ ὅσια Δαυεὶδ τὰ πιστά.
  • Acts 13:35 - διότι καὶ ἐν ἑτέρῳ λέγει, οὐ δώσεις τὸν Ὅσιόν σου ἰδεῖν διαφθοράν.
  • Acts 13:36 - Δαυεὶδ μὲν γὰρ ἰδίᾳ γενεᾷ ὑπηρετήσας τῇ τοῦ Θεοῦ βουλῇ, ἐκοιμήθη καὶ προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ, καὶ εἶδεν διαφθοράν.
  • Acts 13:37 - ὃν δὲ ὁ Θεὸς ἤγειρεν οὐκ εἶδεν διαφθοράν.
  • Mark 9:31 - ἐδίδασκεν γὰρ τοὺς μαθητὰς αὐτοῦ, καὶ ἔλεγεν αὐτοῖς, ὅτι ὁ Υἱὸς τοῦ Ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἀνθρώπων, καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ ἀποκτανθεὶς, μετὰ τρεῖς ἡμέρας ἀναστήσεται.
  • Mark 9:32 - οἱ δὲ ἠγνόουν τὸ ῥῆμα, καὶ ἐφοβοῦντο αὐτὸν ἐπερωτῆσαι.
  • Acts 2:25 - Δαυεὶδ γὰρ λέγει εἰς αὐτόν, προορώμην τὸν Κύριον ἐνώπιόν μου διὰ παντός, ὅτι ἐκ δεξιῶν μού ἐστιν, ἵνα μὴ σαλευθῶ.
  • Acts 2:26 - διὰ τοῦτο ηὐφράνθη ἡ καρδία μου, καὶ ἠγαλλιάσατο ἡ γλῶσσά μου; ἔτι δὲ καὶ ἡ σάρξ μου κατασκηνώσει ἐπ’ ἐλπίδι;
  • Acts 2:27 - ὅτι οὐκ ἐνκαταλείψεις τὴν ψυχήν μου εἰς ᾍδην, οὐδὲ δώσεις τὸν Ὅσιόν σου ἰδεῖν διαφθοράν.
  • Acts 2:28 - ἐγνώρισάς μοι ὁδοὺς ζωῆς; πληρώσεις με εὐφροσύνης μετὰ τοῦ προσώπου σου.
  • Acts 2:29 - ἄνδρες, ἀδελφοί, ἐξὸν εἰπεῖν μετὰ παρρησίας πρὸς ὑμᾶς περὶ τοῦ πατριάρχου Δαυεὶδ, ὅτι καὶ ἐτελεύτησεν καὶ ἐτάφη, καὶ τὸ μνῆμα αὐτοῦ ἔστιν ἐν ἡμῖν ἄχρι τῆς ἡμέρας ταύτης.
  • Acts 2:30 - προφήτης οὖν ὑπάρχων, καὶ εἰδὼς ὅτι ὅρκῳ ὤμοσεν αὐτῷ ὁ Θεὸς, ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ, καθίσαι ἐπὶ τὸν θρόνον αὐτοῦ.
  • Acts 2:31 - προϊδὼν, ἐλάλησεν περὶ τῆς ἀναστάσεως τοῦ Χριστοῦ, ὅτι οὔτε ἐνκατελείφθη εἰς ᾍδην, οὔτε ἡ σὰρξ αὐτοῦ εἶδεν διαφθοράν.
  • Acts 2:32 - τοῦτον τὸν Ἰησοῦν ἀνέστησεν ὁ Θεός, οὗ πάντες ἡμεῖς ἐσμεν μάρτυρες.
  • Mark 8:31 - καὶ ἤρξατο διδάσκειν αὐτοὺς ὅτι δεῖ τὸν Υἱὸν τοῦ Ἀνθρώπου πολλὰ παθεῖν, καὶ ἀποδοκιμασθῆναι ὑπὸ τῶν πρεσβυτέρων καὶ τῶν ἀρχιερέων καὶ τῶν γραμματέων, καὶ ἀποκτανθῆναι, καὶ μετὰ τρεῖς ἡμέρας ἀναστῆναι.
  • Mark 8:32 - καὶ παρρησίᾳ τὸν λόγον ἐλάλει. καὶ προσλαβόμενος αὐτὸν, ὁ Πέτρος ἤρξατο ἐπιτιμᾶν αὐτῷ.
  • Mark 8:33 - ὁ δὲ, ἐπιστραφεὶς καὶ ἰδὼν τοὺς μαθητὰς αὐτοῦ, ἐπετίμησεν Πέτρῳ καὶ λέγει, ὕπαγε ὀπίσω μου, Σατανᾶ, ὅτι οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων.
  • Luke 18:33 - καὶ μαστιγώσαντες, ἀποκτενοῦσιν αὐτόν; καὶ τῇ ἡμέρᾳ τῇ τρίτῃ, ἀναστήσεται.
  • Luke 18:34 - καὶ αὐτοὶ οὐδὲν τούτων συνῆκαν; καὶ ἦν τὸ ῥῆμα τοῦτο κεκρυμμένον ἀπ’ αὐτῶν; καὶ οὐκ ἐγίνωσκον τὰ λεγόμενα.
  • Luke 9:45 - οἱ δὲ ἠγνόουν τὸ ῥῆμα τοῦτο, καὶ ἦν παρακεκαλυμμένον ἀπ’ αὐτῶν, ἵνα μὴ αἴσθωνται αὐτό; καὶ ἐφοβοῦντο ἐρωτῆσαι αὐτὸν περὶ τοῦ ῥήματος τούτου.
  • John 2:22 - ὅτε οὖν ἠγέρθη ἐκ νεκρῶν, ἐμνήσθησαν οἱ μαθηταὶ αὐτοῦ ὅτι τοῦτο ἔλεγεν, καὶ ἐπίστευσαν τῇ Γραφῇ καὶ τῷ λόγῳ ὃν εἶπεν ὁ Ἰησοῦς.
  • Mark 9:9 - καὶ καταβαινόντων αὐτῶν ἐκ τοῦ ὄρους, διεστείλατο αὐτοῖς ἵνα μηδενὶ ἃ εἶδον διηγήσωνται, εἰ μὴ ὅταν ὁ Υἱὸς τοῦ Ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ.
  • Mark 9:10 - καὶ τὸν λόγον ἐκράτησαν πρὸς ἑαυτοὺς, συνζητοῦντες τί ἐστιν τὸ ἐκ νεκρῶν ἀναστῆναι.
  • Matthew 16:21 - ἀπὸ τότε ἤρξατο ὁ Ἰησοῦς Χριστός δεικνύειν τοῖς μαθηταῖς αὐτοῦ ὅτι δεῖ αὐτὸν εἰς Ἱεροσόλυμα ἀπελθεῖν, καὶ πολλὰ παθεῖν ἀπὸ τῶν πρεσβυτέρων, καὶ ἀρχιερέων, καὶ γραμματέων, καὶ ἀποκτανθῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθῆναι.
  • Matthew 16:22 - καὶ προσλαβόμενος αὐτὸν, ὁ Πέτρος ἤρξατο ἐπιτιμᾶν αὐτῷ λέγων, ἵλεώς σοι, Κύριε; οὐ μὴ ἔσται σοι τοῦτο.
  • Matthew 22:29 - ἀποκριθεὶς δὲ, ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, πλανᾶσθε, μὴ εἰδότες τὰς Γραφὰς, μηδὲ τὴν δύναμιν τοῦ Θεοῦ.
  • 1 Corinthians 15:4 - καὶ ὅτι ἐτάφη, καὶ ὅτι ἐγήγερται τῇ ἡμέρᾳ τῇ τρίτῃ κατὰ τὰς Γραφάς;
  • Luke 24:26 - οὐχὶ ταῦτα ἔδει παθεῖν τὸν Χριστὸν καὶ εἰσελθεῖν εἰς τὴν δόξαν αὐτοῦ?
  • Luke 24:44 - εἶπεν δὲ πρὸς αὐτούς, οὗτοι οἱ λόγοι μου, οὓς ἐλάλησα πρὸς ὑμᾶς ἔτι ὢν σὺν ὑμῖν, ὅτι δεῖ πληρωθῆναι πάντα τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωϋσέως, καὶ τοῖς προφήταις, καὶ ψαλμοῖς, περὶ ἐμοῦ.
  • Luke 24:45 - τότε διήνοιξεν αὐτῶν τὸν νοῦν τοῦ συνιέναι τὰς Γραφάς. καὶ εἶπεν αὐτοῖς,
  • Luke 24:46 - ὅτι οὕτως γέγραπται, παθεῖν τὸν Χριστὸν, καὶ ἀναστῆναι ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ;
逐节对照交叉引用