jhn 3:32 UGNT
逐节对照
交叉引用
  • John 3:33 - ὁ λαβὼν αὐτοῦ τὴν μαρτυρίαν, ἐσφράγισεν ὅτι ὁ Θεὸς ἀληθής ἐστιν.
  • John 5:20 - ὁ γὰρ Πατὴρ φιλεῖ τὸν Υἱὸν, καὶ πάντα δείκνυσιν αὐτῷ ἃ αὐτὸς ποιεῖ; καὶ μείζονα τούτων δείξει αὐτῷ ἔργα, ἵνα ὑμεῖς θαυμάζητε.
  • Romans 11:2 - οὐκ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ, ὃν προέγνω. ἢ οὐκ οἴδατε ἐν Ἠλείᾳ τί λέγει ἡ Γραφή, ὡς ἐντυγχάνει τῷ Θεῷ κατὰ τοῦ Ἰσραήλ?
  • Romans 11:3 - Κύριε, τοὺς προφήτας σου ἀπέκτειναν, τὰ θυσιαστήριά σου κατέσκαψαν, κἀγὼ ὑπελείφθην μόνος, καὶ ζητοῦσιν τὴν ψυχήν μου.
  • Romans 11:4 - ἀλλὰ τί λέγει αὐτῷ ὁ χρηματισμός? κατέλιπον ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας, οἵτινες οὐκ ἔκαμψαν γόνυ τῇ Βάαλ.
  • Romans 11:5 - οὕτως οὖν καὶ ἐν τῷ νῦν καιρῷ, λῖμμα κατ’ ἐκλογὴν χάριτος γέγονεν.
  • Romans 11:6 - εἰ δὲ χάριτι, οὐκέτι ἐξ ἔργων; ἐπεὶ ἡ χάρις οὐκέτι γίνεται χάρις.
  • Romans 10:16 - ἀλλ’ οὐ πάντες ὑπήκουσαν τῷ εὐαγγελίῳ. Ἠσαΐας γὰρ λέγει, Κύριε, τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν?
  • Romans 10:17 - ἄρα ἡ πίστις ἐξ ἀκοῆς, ἡ δὲ ἀκοὴ διὰ ῥήματος Χριστοῦ.
  • Romans 10:18 - ἀλλὰ λέγω, μὴ οὐκ ἤκουσαν? μενοῦνγε, εἰς πᾶσαν τὴν γῆν, ἐξῆλθεν ὁ φθόγγος αὐτῶν; καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης, τὰ ῥήματα αὐτῶν.
  • Romans 10:19 - ἀλλὰ λέγω, μὴ Ἰσραὴλ οὐκ ἔγνω? πρῶτος Μωϋσῆς λέγει, ἐγὼ παραζηλώσω ὑμᾶς, ἐπ’ οὐκ ἔθνει, ἐπ’ ἔθνει ἀσυνέτῳ, παροργιῶ ὑμᾶς.
  • Romans 10:20 - Ἠσαΐας δὲ ἀποτολμᾷ καὶ λέγει, εὑρέθην ἐν τοῖς ἐμὲ μὴ ζητοῦσιν; ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν.
  • Romans 10:21 - πρὸς δὲ τὸν Ἰσραὴλ λέγει, ὅλην τὴν ἡμέραν, ἐξεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα.
  • John 3:26 - καὶ ἦλθον πρὸς τὸν Ἰωάννην καὶ εἶπαν αὐτῷ, Ῥαββεί, ὃς ἦν μετὰ σοῦ πέραν τοῦ Ἰορδάνου, ᾧ σὺ μεμαρτύρηκας, ἴδε, οὗτος βαπτίζει καὶ πάντες ἔρχονται πρὸς αὐτόν.
  • John 8:26 - πολλὰ ἔχω περὶ ὑμῶν λαλεῖν καὶ κρίνειν; ἀλλ’ ὁ πέμψας με ἀληθής ἐστιν, κἀγὼ ἃ ἤκουσα παρ’ αὐτοῦ, ταῦτα λαλῶ εἰς τὸν κόσμον.
  • John 1:11 - εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον.
  • John 15:15 - οὐκέτι λέγω ὑμᾶς δούλους, ὅτι ὁ δοῦλος οὐκ οἶδεν τί ποιεῖ αὐτοῦ ὁ κύριος. ὑμᾶς δὲ εἴρηκα φίλους, ὅτι πάντα ἃ ἤκουσα παρὰ τοῦ Πατρός μου, ἐγνώρισα ὑμῖν.
  • John 3:11 - ἀμὴν, ἀμὴν, λέγω σοι, ὅτι ὃ οἴδαμεν λαλοῦμεν, καὶ ὃ ἑωράκαμεν μαρτυροῦμεν; καὶ τὴν μαρτυρίαν ἡμῶν οὐ λαμβάνετε.
逐节对照交叉引用