jhn 3:7 UGNT
逐节对照
交叉引用
  • Romans 9:22 - εἰ δὲ θέλων ὁ Θεὸς ἐνδείξασθαι τὴν ὀργὴν, καὶ γνωρίσαι τὸ δυνατὸν αὐτοῦ, ἤνεγκεν ἐν πολλῇ μακροθυμίᾳ, σκεύη ὀργῆς κατηρτισμένα εἰς ἀπώλειαν;
  • Romans 9:23 - καὶ ἵνα γνωρίσῃ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ ἐπὶ σκεύη ἐλέους, ἃ προητοίμασεν εἰς δόξαν,
  • Romans 9:24 - οὓς καὶ ἐκάλεσεν, ἡμᾶς οὐ μόνον ἐξ Ἰουδαίων, ἀλλὰ καὶ ἐξ ἐθνῶν?
  • Romans 9:25 - ὡς καὶ ἐν τῷ Ὡσηὲ λέγει, καλέσω τὸν οὐ λαόν μου, λαόν μου, καὶ τὴν οὐκ ἠγαπημένην, ἠγαπημένην.
  • John 3:12 - εἰ τὰ ἐπίγεια εἶπον ὑμῖν, καὶ οὐ πιστεύετε, πῶς ἐὰν εἴπω ὑμῖν τὰ ἐπουράνια, πιστεύσετε?
  • Hebrews 12:14 - εἰρήνην διώκετε μετὰ πάντων, καὶ τὸν ἁγιασμόν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον.
  • Romans 3:9 - τί οὖν? προεχόμεθα? οὐ πάντως; προῃτιασάμεθα γὰρ, Ἰουδαίους τε καὶ Ἕλληνας, πάντας ὑφ’ ἁμαρτίαν εἶναι.
  • Romans 3:10 - καθὼς γέγραπται, ὅτι οὐκ ἔστιν δίκαιος οὐδὲ εἷς;
  • Romans 3:11 - οὐκ ἔστιν ὁ συνίων; οὐκ ἔστιν ὁ ἐκζητῶν τὸν Θεόν.
  • Romans 3:12 - πάντες ἐξέκλιναν, ἅμα ἠχρεώθησαν; οὐκ ἔστιν ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός.
  • Romans 3:13 - τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν; ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν; ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν;
  • Romans 3:14 - ὧν τὸ στόμα ἀρᾶς καὶ πικρίας γέμει;
  • Romans 3:15 - ὀξεῖς οἱ πόδες αὐτῶν, ἐκχέαι αἷμα…
  • Romans 3:16 - σύντριμμα καὶ ταλαιπωρία ἐν ταῖς ὁδοῖς αὐτῶν;
  • Romans 3:17 - καὶ ὁδὸν εἰρήνης οὐκ ἔγνωσαν.
  • Romans 3:18 - οὐκ ἔστιν φόβος Θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτῶν.
  • Romans 3:19 - οἴδαμεν δὲ, ὅτι ὅσα ὁ νόμος λέγει, τοῖς ἐν τῷ νόμῳ λαλεῖ, ἵνα πᾶν στόμα φραγῇ, καὶ ὑπόδικος γένηται πᾶς ὁ κόσμος τῷ Θεῷ.
  • John 6:61 - εἰδὼς δὲ ὁ Ἰησοῦς ἐν ἑαυτῷ, ὅτι γογγύζουσιν περὶ τούτου οἱ μαθηταὶ αὐτοῦ, εἶπεν αὐτοῖς, τοῦτο ὑμᾶς σκανδαλίζει?
  • John 6:62 - ἐὰν οὖν θεωρῆτε τὸν Υἱὸν τοῦ Ἀνθρώπου, ἀναβαίνοντα ὅπου ἦν τὸ πρότερον?
  • John 6:63 - τὸ Πνεῦμά ἐστιν τὸ ζῳοποιοῦν; ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν. τὰ ῥήματα ἃ ἐγὼ λελάληκα ὑμῖν πνεῦμά ἐστιν καὶ ζωή ἐστιν.
  • 1 Peter 1:14 - ὡς τέκνα ὑπακοῆς, μὴ συνσχηματιζόμενοι ταῖς πρότερον ἐν τῇ ἀγνοίᾳ ὑμῶν ἐπιθυμίαις,
  • 1 Peter 1:15 - ἀλλὰ κατὰ τὸν καλέσαντα ὑμᾶς ἅγιον, καὶ αὐτοὶ ἅγιοι ἐν πάσῃ ἀναστροφῇ γενήθητε,
  • 1 Peter 1:16 - διότι γέγραπται, ἅγιοι ἔσεσθε, ὅτι ἐγὼ ἅγιος.
  • Colossians 1:12 - εὐχαριστοῦντες τῷ Πατρὶ, τῷ ἱκανώσαντι ὑμᾶς εἰς τὴν μερίδα τοῦ κλήρου τῶν ἁγίων ἐν τῷ φωτί,
  • Romans 12:1 - παρακαλῶ οὖν ὑμᾶς, ἀδελφοί, διὰ τῶν οἰκτιρμῶν τοῦ Θεοῦ, παραστῆσαι τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον, τῷ Θεῷ, τὴν λογικὴν λατρείαν ὑμῶν.
  • Romans 12:2 - καὶ μὴ συνσχηματίζεσθε τῷ αἰῶνι τούτῳ, ἀλλὰ μεταμορφοῦσθε τῇ ἀνακαινώσει τοῦ νοός, εἰς τὸ δοκιμάζειν ὑμᾶς, τί τὸ θέλημα τοῦ Θεοῦ, τὸ ἀγαθὸν, καὶ εὐάρεστον, καὶ τέλειον.
  • John 5:28 - μὴ θαυμάζετε τοῦτο, ὅτι ἔρχεται ὥρα ἐν ᾗ πάντες οἱ ἐν τοῖς μνημείοις ἀκούσουσιν τῆς φωνῆς αὐτοῦ,
  • Matthew 13:33 - ἄλλην παραβολὴν ἐλάλησεν αὐτοῖς: ὁμοία ἐστὶν ἡ Βασιλεία τῶν Οὐρανῶν ζύμῃ, ἣν λαβοῦσα, γυνὴ ἐνέκρυψεν εἰς ἀλεύρου σάτα τρία, ἕως οὗ ἐζυμώθη ὅλον.
  • Matthew 13:34 - ταῦτα πάντα ἐλάλησεν ὁ Ἰησοῦς ἐν παραβολαῖς τοῖς ὄχλοις, καὶ χωρὶς παραβολῆς οὐδὲν ἐλάλει αὐτοῖς;
  • Matthew 13:35 - ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου λέγοντος, ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου; ἐρεύξομαι κεκρυμμένα ἀπὸ καταβολῆς κόσμου.
  • 1 Peter 1:22 - τὰς ψυχὰς ὑμῶν ἡγνικότες ἐν τῇ ὑπακοῇ τῆς ἀληθείας εἰς φιλαδελφίαν ἀνυπόκριτον ἐκ καθαρᾶς καρδίας, ἀλλήλους ἀγαπήσατε ἐκτενῶς.
  • Revelation 21:27 - καὶ οὐ μὴ εἰσέλθῃ εἰς αὐτὴν πᾶν κοινὸν, καὶ ὁ ποιῶν βδέλυγμα καὶ ψεῦδος, εἰ μὴ οἱ γεγραμμένοι ἐν τῷ βιβλίῳ τῆς ζωῆς τοῦ Ἀρνίου.
  • Ephesians 4:22 - ἀποθέσθαι ὑμᾶς κατὰ τὴν προτέραν ἀναστροφὴν τὸν παλαιὸν ἄνθρωπον, τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης;
  • Ephesians 4:23 - ἀνανεοῦσθαι δὲ τῷ πνεύματι τοῦ νοὸς ὑμῶν;
  • Ephesians 4:24 - καὶ ἐνδύσασθαι τὸν καινὸν ἄνθρωπον τὸν κατὰ Θεὸν, κτισθέντα ἐν δικαιοσύνῃ καὶ ὁσιότητι τῆς ἀληθείας.
  • John 3:3 - ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ, ἀμὴν, ἀμὴν, λέγω σοι, ἐὰν μή τις γεννηθῇ ἄνωθεν, οὐ δύναται ἰδεῖν τὴν Βασιλείαν τοῦ Θεοῦ.
逐节对照交叉引用