jhn 4:48 UGNT
逐节对照
交叉引用
  • Matthew 16:1 - καὶ προσελθόντες οἱ Φαρισαῖοι καὶ Σαδδουκαῖοι, πειράζοντες ἐπηρώτησαν αὐτὸν σημεῖον ἐκ τοῦ οὐρανοῦ ἐπιδεῖξαι αὐτοῖς.
  • Acts 4:30 - ἐν τῷ τὴν χεῖρά σου, ἐκτείνειν σε εἰς ἴασιν, καὶ σημεῖα, καὶ τέρατα, γίνεσθαι διὰ τοῦ ὀνόματος τοῦ ἁγίου παιδός σου, Ἰησοῦ.
  • Acts 2:19 - καὶ δώσω τέρατα ἐν τῷ οὐρανῷ ἄνω, καὶ σημεῖα ἐπὶ τῆς γῆς κάτω, αἷμα, καὶ πῦρ, καὶ ἀτμίδα καπνοῦ.
  • Luke 10:18 - εἶπεν δὲ αὐτοῖς, ἐθεώρουν τὸν Σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα.
  • Acts 15:12 - ἐσίγησεν δὲ πᾶν τὸ πλῆθος, καὶ ἤκουον Βαρναβᾶ καὶ Παύλου ἐξηγουμένων ὅσα ἐποίησεν ὁ Θεὸς, σημεῖα καὶ τέρατα ἐν τοῖς ἔθνεσιν δι’ αὐτῶν.
  • John 15:24 - εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς ἃ οὐδεὶς ἄλλος ἐποίησεν, ἁμαρτίαν οὐκ εἴχοσαν; νῦν δὲ καὶ ἑωράκασιν καὶ μεμισήκασιν, καὶ ἐμὲ καὶ τὸν Πατέρα μου.
  • Acts 5:12 - διὰ δὲ τῶν χειρῶν τῶν ἀποστόλων, ἐγίνετο σημεῖα καὶ τέρατα πολλὰ ἐν τῷ λαῷ; καὶ ἦσαν ὁμοθυμαδὸν πάντες ἐν τῇ Στοᾷ Σολομῶντος;
  • Acts 6:8 - Στέφανος δὲ πλήρης χάριτος καὶ δυνάμεως, ἐποίει τέρατα καὶ σημεῖα μεγάλα ἐν τῷ λαῷ.
  • 2 Thessalonians 2:9 - οὗ ἐστιν ἡ παρουσία, κατ’ ἐνέργειαν τοῦ Σατανᾶ ἐν πάσῃ δυνάμει, καὶ σημείοις, καὶ τέρασιν ψεύδους,
  • Matthew 27:42 - ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι. Βασιλεὺς Ἰσραήλ ἐστιν, καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ, καὶ πιστεύσομεν ἐπ’ αὐτόν.
  • Acts 7:36 - οὗτος ἐξήγαγεν αὐτοὺς, ποιήσας τέρατα καὶ σημεῖα ἐν γῇ Αἰγύπτῳ, καὶ ἐν Ἐρυθρᾷ Θαλάσσῃ, καὶ ἐν τῇ ἐρήμῳ, ἔτη τεσσεράκοντα.
  • John 2:18 - ἀπεκρίθησαν οὖν οἱ Ἰουδαῖοι καὶ εἶπαν αὐτῷ, τί σημεῖον δεικνύεις ἡμῖν, ὅτι ταῦτα ποιεῖς?
  • 2 Corinthians 12:12 - τὰ μὲν σημεῖα τοῦ ἀποστόλου κατειργάσθη ἐν ὑμῖν ἐν πάσῃ ὑπομονῇ— σημείοις τε, καὶ τέρασιν, καὶ δυνάμεσιν.
  • Luke 16:31 - εἶπεν δὲ αὐτῷ, εἰ Μωϋσέως καὶ τῶν προφητῶν οὐκ ἀκούουσιν, οὐδ’ ἐάν τις ἐκ νεκρῶν ἀναστῇ, πεισθήσονται.
  • Acts 2:22 - ἄνδρες, Ἰσραηλεῖται, ἀκούσατε τοὺς λόγους τούτους: Ἰησοῦν τὸν Ναζωραῖον, ἄνδρα ἀποδεδειγμένον ἀπὸ τοῦ Θεοῦ εἰς ὑμᾶς δυνάμεσι, καὶ τέρασι, καὶ σημείοις, οἷς ἐποίησεν δι’ αὐτοῦ ὁ Θεὸς ἐν μέσῳ ὑμῶν, καθὼς αὐτοὶ οἴδατε.
  • Matthew 24:24 - ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται, καὶ δώσουσιν σημεῖα μεγάλα καὶ τέρατα, ὥστε πλανῆσαι εἰ δυνατὸν καὶ τοὺς ἐκλεκτούς.
  • Romans 15:19 - ἐν δυνάμει σημείων καὶ τεράτων ἐν δυνάμει Πνεύματος Θεοῦ; ὥστε με ἀπὸ Ἰερουσαλὴμ καὶ κύκλῳ μέχρι τοῦ Ἰλλυρικοῦ, πεπληρωκέναι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ;
  • Acts 14:3 - ἱκανὸν μὲν οὖν χρόνον διέτριψαν, παρρησιαζόμενοι ἐπὶ τῷ Κυρίῳ, τῷ μαρτυροῦντι τῷ λόγῳ τῆς χάριτος αὐτοῦ, διδόντι σημεῖα καὶ τέρατα γίνεσθαι διὰ τῶν χειρῶν αὐτῶν.
  • Mark 13:22 - ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται, καὶ δώσουσιν σημεῖα καὶ τέρατα, πρὸς τὸ ἀποπλανᾶν εἰ δυνατὸν τοὺς ἐκλεκτούς.
  • Acts 2:43 - ἐγίνετο δὲ πάσῃ ψυχῇ φόβος, πολλά τε τέρατα καὶ σημεῖα διὰ τῶν ἀποστόλων ἐγίνετο.
  • John 12:37 - τοσαῦτα δὲ αὐτοῦ σημεῖα πεποιηκότος ἔμπροσθεν αὐτῶν, οὐκ ἐπίστευον εἰς αὐτὸν,
  • John 4:41 - καὶ πολλῷ πλείους ἐπίστευσαν, διὰ τὸν λόγον αὐτοῦ;
  • John 4:42 - τῇ τε γυναικὶ ἔλεγον, ὅτι οὐκέτι διὰ τὴν σὴν λαλιὰν πιστεύομεν; αὐτοὶ γὰρ ἀκηκόαμεν καὶ οἴδαμεν, ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ Σωτὴρ τοῦ κόσμου.
  • Hebrews 2:4 - συνεπιμαρτυροῦντος τοῦ Θεοῦ σημείοις τε, καὶ τέρασιν, καὶ ποικίλαις δυνάμεσιν, καὶ Πνεύματος Ἁγίου μερισμοῖς, κατὰ τὴν αὐτοῦ θέλησιν.
  • John 20:29 - λέγει αὐτῷ ὁ Ἰησοῦς, ὅτι ἑώρακάς με, πεπίστευκας; μακάριοι οἱ μὴ ἰδόντες, καὶ πιστεύσαντες.
  • 1 Corinthians 1:22 - ἐπειδὴ καὶ Ἰουδαῖοι σημεῖα αἰτοῦσιν, καὶ Ἕλληνες σοφίαν ζητοῦσιν;
逐节对照交叉引用