jhn 5:15 UGNT
逐节对照
交叉引用
  • John 9:11 - ἀπεκρίθη ἐκεῖνος, ὁ ἄνθρωπος ὁ λεγόμενος Ἰησοῦς πηλὸν ἐποίησεν, καὶ ἐπέχρισέν μου τοὺς ὀφθαλμοὺς, καὶ εἶπέν μοι, ὅτι ὕπαγε εἰς τὸν Σιλωὰμ καὶ νίψαι. ἀπελθὼν οὖν καὶ νιψάμενος, ἀνέβλεψα.
  • John 9:12 - καὶ εἶπαν αὐτῷ, ποῦ ἐστιν ἐκεῖνος? λέγει, οὐκ οἶδα.
  • John 9:30 - ἀπεκρίθη ὁ ἄνθρωπος καὶ εἶπεν αὐτοῖς, ἐν τούτῳ γὰρ τὸ θαυμαστόν ἐστιν, ὅτι ὑμεῖς οὐκ οἴδατε πόθεν ἐστίν, καὶ ἤνοιξέν μου τοὺς ὀφθαλμούς.
  • Mark 1:45 - ὁ δὲ ἐξελθὼν ἤρξατο κηρύσσειν πολλὰ καὶ διαφημίζειν τὸν λόγον, ὥστε μηκέτι αὐτὸν δύνασθαι φανερῶς εἰς πόλιν εἰσελθεῖν, ἀλλ’ ἔξω ἐπ’ ἐρήμοις τόποις ἦν, καὶ ἤρχοντο πρὸς αὐτὸν πάντοθεν.
  • John 1:19 - καὶ αὕτη ἐστὶν ἡ μαρτυρία τοῦ Ἰωάννου, ὅτε ἀπέστειλαν οἱ Ἰουδαῖοι ἐξ Ἱεροσολύμων ἱερεῖς καὶ Λευείτας, ἵνα ἐρωτήσωσιν αὐτόν, σὺ τίς εἶ?
  • John 9:15 - πάλιν οὖν ἠρώτων αὐτὸν καὶ οἱ Φαρισαῖοι πῶς ἀνέβλεψεν. ὁ δὲ εἶπεν αὐτοῖς, πηλὸν ἐπέθηκέν μου ἐπὶ τοὺς ὀφθαλμούς, καὶ ἐνιψάμην, καὶ βλέπω.
  • John 5:12 - ἠρώτησαν αὐτόν, τίς ἐστιν ὁ ἄνθρωπος ὁ εἰπών σοι, ἆρον καὶ περιπάτει?
  • John 9:34 - ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ, ἐν ἁμαρτίαις σὺ ἐγεννήθης ὅλος, καὶ σὺ διδάσκεις ἡμᾶς? καὶ ἐξέβαλον αὐτὸν ἔξω.
  • John 9:25 - ἀπεκρίθη οὖν ἐκεῖνος, εἰ ἁμαρτωλός ἐστιν οὐκ οἶδα. ἓν οἶδα, ὅτι τυφλὸς ὢν, ἄρτι βλέπω.
  • John 4:29 - δεῦτε, ἴδετε ἄνθρωπον ὃς εἶπέ μοι πάντα ὅσα ἐποίησα; μήτι οὗτός ἐστιν ὁ Χριστός?
逐节对照交叉引用