jhn 5:32 UGNT
逐节对照
交叉引用
  • Mark 1:11 - καὶ φωνὴ ἐγένετο ἐκ τῶν οὐρανῶν: σὺ εἶ ὁ Υἱός μου ὁ ἀγαπητός, ἐν σοὶ εὐδόκησα.
  • Matthew 3:17 - καὶ ἰδοὺ, φωνὴ ἐκ τῶν οὐρανῶν λέγουσα, οὗτός ἐστιν ὁ Υἱός μου, ὁ ἀγαπητός ἐν ᾧ εὐδόκησα.
  • Luke 3:22 - καὶ καταβῆναι τὸ Πνεῦμα τὸ Ἅγιον σωματικῷ εἴδει, ὡς περιστερὰν ἐπ’ αὐτόν, καὶ φωνὴν ἐξ οὐρανοῦ γενέσθαι, σὺ εἶ ὁ Υἱός μου ὁ ἀγαπητός; ἐν σοὶ εὐδόκησα.
  • Matthew 17:5 - ἔτι αὐτοῦ λαλοῦντος, ἰδοὺ, νεφέλη φωτεινὴ ἐπεσκίασεν αὐτούς; καὶ ἰδοὺ, φωνὴ ἐκ τῆς νεφέλης λέγουσα, οὗτός ἐστιν ὁ Υἱός μου, ὁ ἀγαπητός ἐν ᾧ εὐδόκησα; ἀκούετε αὐτοῦ!
  • John 12:50 - καὶ οἶδα, ὅτι ἡ ἐντολὴ αὐτοῦ ζωὴ αἰώνιός ἐστιν. ἃ οὖν ἐγὼ λαλῶ, καθὼς εἴρηκέν μοι ὁ Πατήρ, οὕτως λαλῶ.
  • John 1:33 - κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ’ ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι, ἐκεῖνός μοι εἶπεν, ἐφ’ ὃν ἂν ἴδῃς τὸ Πνεῦμα καταβαῖνον καὶ μένον ἐπ’ αὐτόν, οὗτός ἐστιν ὁ βαπτίζων ἐν Πνεύματι Ἁγίῳ.
  • John 12:28 - Πάτερ, δόξασόν σου τὸ ὄνομα. ἦλθεν οὖν φωνὴ ἐκ τοῦ οὐρανοῦ: καὶ ἐδόξασα, καὶ πάλιν δοξάσω.
  • John 12:29 - ὁ οὖν ὄχλος ὁ ἑστὼς καὶ ἀκούσας, ἔλεγεν βροντὴν γεγονέναι. ἄλλοι ἔλεγον, ἄγγελος αὐτῷ λελάληκεν.
  • John 12:30 - ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν, οὐ δι’ ἐμὲ, ἡ φωνὴ αὕτη γέγονεν, ἀλλὰ δι’ ὑμᾶς.
  • John 5:36 - ἐγὼ δὲ ἔχω τὴν μαρτυρίαν μείζω τοῦ Ἰωάννου; τὰ γὰρ ἔργα ἃ δέδωκέν μοι ὁ Πατὴρ, ἵνα τελειώσω αὐτά, αὐτὰ τὰ ἔργα ἃ ποιῶ, μαρτυρεῖ περὶ ἐμοῦ, ὅτι ὁ Πατήρ με ἀπέσταλκεν.
  • John 5:37 - καὶ ὁ πέμψας με Πατὴρ, ἐκεῖνος μεμαρτύρηκεν περὶ ἐμοῦ. οὔτε φωνὴν αὐτοῦ πώποτε ἀκηκόατε, οὔτε εἶδος αὐτοῦ ἑωράκατε.
  • John 8:17 - καὶ ἐν τῷ νόμῳ δὲ τῷ ὑμετέρῳ γέγραπται, ὅτι δύο ἀνθρώπων ἡ μαρτυρία ἀληθής ἐστιν.
  • John 8:18 - ἐγώ εἰμι ὁ μαρτυρῶν περὶ ἐμαυτοῦ, καὶ μαρτυρεῖ περὶ ἐμοῦ ὁ πέμψας με Πατήρ.
逐节对照交叉引用