jhn 6:69 UGNT
逐节对照
交叉引用
  • Mark 1:24 - λέγων, τί ἡμῖν καὶ σοί, Ἰησοῦ Ναζαρηνέ? ἦλθες ἀπολέσαι ἡμᾶς? οἶδά σε τίς εἶ, ὁ Ἅγιος τοῦ Θεοῦ!
  • John 1:29 - τῇ ἐπαύριον βλέπει τὸν Ἰησοῦν ἐρχόμενον πρὸς αὐτόν, καὶ λέγει, ἴδε, ὁ Ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.
  • Romans 1:3 - περὶ τοῦ Υἱοῦ αὐτοῦ, τοῦ γενομένου ἐκ σπέρματος Δαυεὶδ κατὰ σάρκα,
  • John 20:31 - ταῦτα δὲ γέγραπται, ἵνα πιστεύητε ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστὸς, ὁ Υἱὸς τοῦ Θεοῦ, καὶ ἵνα πιστεύοντες, ζωὴν ἔχητε ἐν τῷ ὀνόματι αὐτοῦ.
  • Matthew 16:16 - ἀποκριθεὶς δὲ Σίμων Πέτρος εἶπεν, σὺ εἶ ὁ Χριστὸς, ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος.
  • Mark 1:1 - ἀρχὴ τοῦ εὐαγγελίου Ἰησοῦ Χριστοῦ, Υἱοῦ Θεοῦ.
  • Acts 8:36 - ὡς δὲ ἐπορεύοντο κατὰ τὴν ὁδόν, ἦλθον ἐπί τι ὕδωρ, καί φησιν ὁ εὐνοῦχος, ἰδοὺ, ὕδωρ; τί κωλύει με βαπτισθῆναι?
  • John 20:28 - ἀπεκρίθη Θωμᾶς καὶ εἶπεν αὐτῷ, ὁ Κύριός μου καὶ ὁ Θεός μου!
  • John 1:45 - εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ, καὶ λέγει αὐτῷ, ὃν ἔγραψεν Μωϋσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται, εὑρήκαμεν Ἰησοῦν υἱὸν τοῦ Ἰωσὴφ, τὸν ἀπὸ Ναζαρέτ.
  • John 1:46 - καὶ εἶπεν αὐτῷ Ναθαναήλ, ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι? λέγει αὐτῷ ὁ Φίλιππος, ἔρχου καὶ ἴδε.
  • John 1:47 - εἶδεν ὁ Ἰησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει περὶ αὐτοῦ, ἴδε, ἀληθῶς Ἰσραηλείτης ἐν ᾧ δόλος οὐκ ἔστιν.
  • John 1:48 - λέγει αὐτῷ Ναθαναήλ, πόθεν με γινώσκεις? ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ, πρὸ τοῦ σε Φίλιππον φωνῆσαι, ὄντα ὑπὸ τὴν συκῆν, εἶδόν σε.
  • John 1:49 - ἀπεκρίθη αὐτῷ Ναθαναήλ, Ῥαββεί, σὺ εἶ ὁ Υἱὸς τοῦ Θεοῦ, σὺ Βασιλεὺς εἶ τοῦ Ἰσραήλ.
  • John 1:41 - εὑρίσκει οὗτος πρῶτον τὸν ἀδελφὸν τὸν ἴδιον Σίμωνα, καὶ λέγει αὐτῷ, εὑρήκαμεν τὸν Μεσσίαν, (ὅ ἐστιν μεθερμηνευόμενον, Χριστός).
  • John 11:27 - λέγει αὐτῷ, ναί, Κύριε; ἐγὼ πεπίστευκα ὅτι σὺ εἶ ὁ Χριστὸς, ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ εἰς τὸν κόσμον ἐρχόμενος.
  • Luke 9:20 - εἶπεν δὲ αὐτοῖς, ὑμεῖς δὲ τίνα με λέγετε εἶναι? Πέτρος δὲ ἀποκριθεὶς εἶπεν, τὸν Χριστὸν τοῦ Θεοῦ.
  • Mark 8:29 - καὶ αὐτὸς ἐπηρώτα αὐτούς, ὑμεῖς δὲ τίνα με λέγετε εἶναι? ἀποκριθεὶς δὲ ὁ Πέτρος λέγει αὐτῷ, σὺ εἶ ὁ Χριστός.
逐节对照交叉引用