jhn 8:32 UGNT
逐节对照
交叉引用
  • John 6:45 - ἔστιν γεγραμμένον ἐν τοῖς προφήταις, καὶ ἔσονται πάντες διδακτοὶ Θεοῦ. πᾶς ὁ ἀκούσας παρὰ τοῦ Πατρὸς καὶ μαθὼν, ἔρχεται πρὸς ἐμέ.
  • Matthew 13:11 - ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς, ὅτι ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς Βασιλείας τῶν Οὐρανῶν, ἐκείνοις δὲ οὐ δέδοται.
  • Matthew 13:12 - ὅστις γὰρ ἔχει, δοθήσεται αὐτῷ καὶ περισσευθήσεται; ὅστις δὲ οὐκ ἔχει, καὶ ὃ ἔχει ἀρθήσεται ἀπ’ αὐτοῦ.
  • 2 Timothy 2:25 - ἐν πραΰτητι παιδεύοντα τοὺς ἀντιδιατιθεμένους, μήποτε δώῃ αὐτοῖς ὁ Θεὸς μετάνοιαν εἰς ἐπίγνωσιν ἀληθείας,
  • 2 Timothy 2:26 - καὶ ἀνανήψωσιν ἐκ τῆς τοῦ διαβόλου παγίδος, ἐζωγρημένοι ὑπ’ αὐτοῦ, εἰς τὸ ἐκείνου θέλημα.
  • Matthew 11:29 - ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς, καὶ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πραΰς εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ; καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν.
  • John 16:13 - ὅταν δὲ ἔλθῃ ἐκεῖνος, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁδηγήσει ὑμᾶς ἐν τῇ ἀληθείᾳ πάσῃ; οὐ γὰρ λαλήσει ἀφ’ ἑαυτοῦ, ἀλλ’ ὅσα ἀκούσει, λαλήσει; καὶ τὰ ἐρχόμενα ἀναγγελεῖ ὑμῖν.
  • 2 Timothy 3:7 - πάντοτε μανθάνοντα, καὶ μηδέποτε εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν δυνάμενα.
  • 2 Corinthians 3:17 - ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστιν; οὗ δὲ τὸ Πνεῦμα Κυρίου, ἐλευθερία.
  • 2 Corinthians 3:18 - ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ, τὴν δόξαν Κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα, ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου, Πνεύματος.
  • Galatians 5:1 - τῇ ἐλευθερίᾳ, ἡμᾶς Χριστὸς ἠλευθέρωσεν; στήκετε οὖν, καὶ μὴ πάλιν ζυγῷ δουλείας ἐνέχεσθε.
  • Galatians 5:13 - ὑμεῖς γὰρ ἐπ’ ἐλευθερίᾳ ἐκλήθητε, ἀδελφοί; μόνον μὴ τὴν ἐλευθερίαν εἰς ἀφορμὴν τῇ σαρκί, ἀλλὰ διὰ τῆς ἀγάπης δουλεύετε ἀλλήλοις.
  • John 7:17 - ἐάν τις θέλῃ τὸ θέλημα αὐτοῦ ποιεῖν, γνώσεται περὶ τῆς διδαχῆς, πότερον ἐκ τοῦ Θεοῦ ἐστιν, ἢ ἐγὼ ἀπ’ ἐμαυτοῦ λαλῶ.
  • Romans 8:15 - οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας πάλιν εἰς φόβον, ἀλλὰ ἐλάβετε Πνεῦμα υἱοθεσίας, ἐν ᾧ κράζομεν, Ἀββά, ὁ Πατήρ!
  • James 1:25 - ὁ δὲ παρακύψας εἰς νόμον τέλειον, τὸν τῆς ἐλευθερίας, καὶ παραμείνας, οὐκ ἀκροατὴς ἐπιλησμονῆς γενόμενος, ἀλλὰ ποιητὴς ἔργου, οὗτος μακάριος ἐν τῇ ποιήσει αὐτοῦ ἔσται.
  • James 2:12 - οὕτως λαλεῖτε, καὶ οὕτως ποιεῖτε, ὡς διὰ νόμου ἐλευθερίας μέλλοντες κρίνεσθαι.
  • Romans 6:14 - ἁμαρτία γὰρ ὑμῶν οὐ κυριεύσει, οὐ γάρ ἐστε ὑπὸ νόμον, ἀλλὰ ὑπὸ χάριν.
  • Romans 6:15 - τί οὖν? ἁμαρτήσωμεν ὅτι οὐκ ἐσμὲν ὑπὸ νόμον, ἀλλὰ ὑπὸ χάριν? μὴ γένοιτο!
  • Romans 6:16 - οὐκ οἴδατε, ὅτι ᾧ παριστάνετε ἑαυτοὺς δούλους εἰς ὑπακοήν, δοῦλοί ἐστε ᾧ ὑπακούετε— ἤτοι ἁμαρτίας εἰς θάνατον, ἢ ὑπακοῆς εἰς δικαιοσύνην?
  • Romans 6:17 - χάρις δὲ τῷ Θεῷ, ὅτι ἦτε δοῦλοι τῆς ἁμαρτίας, ὑπηκούσατε δὲ ἐκ καρδίας, εἰς ὃν παρεδόθητε τύπον διδαχῆς.
  • Romans 6:18 - ἐλευθερωθέντες δὲ ἀπὸ τῆς ἁμαρτίας, ἐδουλώθητε τῇ δικαιοσύνῃ.
  • Romans 6:22 - νυνὶ δέ, ἐλευθερωθέντες ἀπὸ τῆς ἁμαρτίας, δουλωθέντες δὲ τῷ Θεῷ, ἔχετε τὸν καρπὸν ὑμῶν εἰς ἁγιασμόν, τὸ δὲ τέλος ζωὴν αἰώνιον.
  • John 14:6 - λέγει αὐτῷ ὁ Ἰησοῦς, ἐγώ εἰμι ἡ ὁδὸς, καὶ ἡ ἀλήθεια, καὶ ἡ ζωή. οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα, εἰ μὴ δι’ ἐμοῦ.
  • 1 Peter 2:16 - ὡς ἐλεύθεροι, καὶ μὴ ὡς ἐπικάλυμμα ἔχοντες τῆς κακίας τὴν ἐλευθερίαν, ἀλλ’ ὡς Θεοῦ δοῦλοι.
  • John 17:17 - ἁγίασον αὐτοὺς ἐν τῇ ἀληθείᾳ; ὁ λόγος ὁ σὸς ἀλήθειά ἐστιν.
  • John 8:36 - ἐὰν οὖν ὁ Υἱὸς ὑμᾶς ἐλευθερώσῃ, ὄντως ἐλεύθεροι ἔσεσθε.
  • Romans 8:2 - ὁ γὰρ νόμος τοῦ Πνεύματος τῆς ζωῆς ἐν Χριστῷ Ἰησοῦ, ἠλευθέρωσέν σε ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου.
逐节对照交叉引用