jhn 8:35 UGNT
逐节对照
交叉引用
  • 1 Peter 1:2 - κατὰ πρόγνωσιν Θεοῦ Πατρός ἐν ἁγιασμῷ Πνεύματος, εἰς ὑπακοὴν καὶ ῥαντισμὸν αἵματος Ἰησοῦ Χριστοῦ: χάρις ὑμῖν καὶ εἰρήνη πληθυνθείη.
  • 1 Peter 1:3 - εὐλογητὸς ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν, Ἰησοῦ Χριστοῦ, ὁ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος, ἀναγεννήσας ἡμᾶς εἰς ἐλπίδα ζῶσαν, δι’ ἀναστάσεως Ἰησοῦ Χριστοῦ ἐκ νεκρῶν,
  • 1 Peter 1:4 - εἰς κληρονομίαν ἄφθαρτον, καὶ ἀμίαντον, καὶ ἀμάραντον, τετηρημένην ἐν οὐρανοῖς εἰς ὑμᾶς,
  • 1 Peter 1:5 - τοὺς ἐν δυνάμει Θεοῦ φρουρουμένους διὰ πίστεως, εἰς σωτηρίαν ἑτοίμην ἀποκαλυφθῆναι ἐν καιρῷ ἐσχάτῳ.
  • Romans 8:29 - ὅτι οὓς προέγνω, καὶ προώρισεν συμμόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ, εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς.
  • Romans 8:30 - οὓς δὲ προώρισεν, τούτους καὶ ἐκάλεσεν; καὶ οὓς ἐκάλεσεν, τούτους καὶ ἐδικαίωσεν; οὓς δὲ ἐδικαίωσεν, τούτους καὶ ἐδόξασεν.
  • Colossians 3:3 - ἀπεθάνετε γάρ, καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ.
  • Hebrews 3:5 - καὶ Μωϋσῆς μὲν πιστὸς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ, ὡς θεράπων εἰς μαρτύριον τῶν λαληθησομένων;
  • Hebrews 3:6 - Χριστὸς δὲ ὡς Υἱὸς ἐπὶ τὸν οἶκον αὐτοῦ, οὗ οἶκός ἐσμεν ἡμεῖς, ἐὰν τὴν παρρησίαν καὶ τὸ καύχημα τῆς ἐλπίδος κατάσχωμεν.
  • John 14:19 - ἔτι μικρὸν καὶ ὁ κόσμος με οὐκέτι θεωρεῖ, ὑμεῖς δὲ θεωρεῖτέ με; ὅτι ἐγὼ ζῶ, καὶ ὑμεῖς ζήσεσθε.
  • John 14:20 - ἐν ἐκείνῃ τῇ ἡμέρᾳ γνώσεσθε ὑμεῖς ὅτι ἐγὼ ἐν τῷ Πατρί μου, καὶ ὑμεῖς ἐν ἐμοὶ, κἀγὼ ἐν ὑμῖν.
  • Matthew 21:41 - λέγουσιν αὐτῷ, κακοὺς κακῶς ἀπολέσει αὐτούς, καὶ τὸν ἀμπελῶνα ἐκδώσεται ἄλλοις γεωργοῖς, οἵτινες ἀποδώσουσιν αὐτῷ τοὺς καρποὺς ἐν τοῖς καιροῖς αὐτῶν.
  • Matthew 21:42 - λέγει αὐτοῖς ὁ Ἰησοῦς, οὐδέποτε ἀνέγνωτε ἐν ταῖς Γραφαῖς, λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας; παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστιν θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν?
  • Matthew 21:43 - διὰ τοῦτο λέγω ὑμῖν, ὅτι ἀρθήσεται ἀφ’ ὑμῶν ἡ Βασιλεία τοῦ Θεοῦ, καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς.
  • Galatians 4:4 - ὅτε δὲ ἦλθεν τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικός, γενόμενον ὑπὸ νόμον,
  • Galatians 4:5 - ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν.
  • Galatians 4:6 - ὅτι δέ ἐστε υἱοί, ἐξαπέστειλεν ὁ Θεὸς τὸ Πνεῦμα τοῦ υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ἡμῶν κρᾶζον, Ἀββά, ὁ Πατήρ!
  • Galatians 4:7 - ὥστε οὐκέτι εἶ δοῦλος, ἀλλὰ υἱός; εἰ δὲ υἱός, καὶ κληρονόμος διὰ Θεοῦ.
  • Luke 15:31 - ὁ δὲ εἶπεν αὐτῷ, τέκνον, σὺ πάντοτε μετ’ ἐμοῦ εἶ, καὶ πάντα τὰ ἐμὰ σά ἐστιν.
  • Galatians 4:30 - ἀλλὰ τί λέγει ἡ Γραφή? ἔκβαλε τὴν παιδίσκην καὶ τὸν υἱὸν αὐτῆς; οὐ γὰρ μὴ κληρονομήσει ὁ υἱὸς τῆς παιδίσκης, μετὰ τοῦ υἱοῦ τῆς ἐλευθέρας.
  • Galatians 4:31 - διό ἀδελφοί, οὐκ ἐσμὲν παιδίσκης τέκνα, ἀλλὰ τῆς ἐλευθέρας.
  • Romans 8:15 - οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας πάλιν εἰς φόβον, ἀλλὰ ἐλάβετε Πνεῦμα υἱοθεσίας, ἐν ᾧ κράζομεν, Ἀββά, ὁ Πατήρ!
  • Romans 8:16 - αὐτὸ τὸ Πνεῦμα συνμαρτυρεῖ τῷ Πνεύματι ἡμῶν, ὅτι ἐσμὲν τέκνα Θεοῦ.
  • Romans 8:17 - εἰ δὲ τέκνα, καὶ κληρονόμοι; κληρονόμοι μὲν Θεοῦ, συνκληρονόμοι δὲ Χριστοῦ, εἴπερ συνπάσχομεν, ἵνα καὶ συνδοξασθῶμεν.
逐节对照交叉引用