jhn 9:14 UGNT
逐节对照
交叉引用
  • John 5:16 - καὶ διὰ τοῦτο, ἐδίωκον οἱ Ἰουδαῖοι τὸν Ἰησοῦν, ὅτι ταῦτα ἐποίει ἐν Σαββάτῳ.
  • Luke 13:10 - ἦν δὲ διδάσκων ἐν μιᾷ τῶν συναγωγῶν ἐν τοῖς Σάββασιν.
  • Luke 13:11 - καὶ ἰδοὺ, γυνὴ πνεῦμα ἔχουσα ἀσθενείας ἔτη δεκαοκτώ, καὶ ἦν συνκύπτουσα καὶ μὴ δυναμένη ἀνακύψαι εἰς τὸ παντελές.
  • Luke 13:12 - ἰδὼν δὲ αὐτὴν, ὁ Ἰησοῦς προσεφώνησεν καὶ εἶπεν αὐτῇ, γύναι, ἀπολέλυσαι τῆς ἀσθενείας σου.
  • Luke 13:13 - καὶ ἐπέθηκεν αὐτῇ τὰς χεῖρας, καὶ παραχρῆμα ἀνωρθώθη καὶ ἐδόξαζεν τὸν Θεόν.
  • Luke 13:14 - ἀποκριθεὶς δὲ ὁ ἀρχισυνάγωγος, ἀγανακτῶν ὅτι τῷ Σαββάτῳ ἐθεράπευσεν ὁ Ἰησοῦς, ἔλεγεν τῷ ὄχλῳ, ὅτι ἓξ ἡμέραι εἰσὶν ἐν αἷς δεῖ ἐργάζεσθαι; ἐν αὐταῖς οὖν ἐρχόμενοι θεραπεύεσθε, καὶ μὴ τῇ ἡμέρᾳ τοῦ Σαββάτου.
  • Luke 13:15 - ἀπεκρίθη δὲ αὐτῷ ὁ Κύριος καὶ εἶπεν, ὑποκριταί! ἕκαστος ὑμῶν τῷ Σαββάτῳ οὐ λύει τὸν βοῦν αὐτοῦ, ἢ τὸν ὄνον ἀπὸ τῆς φάτνης, καὶ ἀπαγαγὼν ποτίζει?
  • Luke 13:16 - ταύτην δὲ θυγατέρα Ἀβραὰμ οὖσαν, ἣν ἔδησεν ὁ Σατανᾶς, ἰδοὺ, δέκα καὶ ὀκτὼ ἔτη, οὐκ ἔδει λυθῆναι ἀπὸ τοῦ δεσμοῦ τούτου τῇ ἡμέρᾳ τοῦ Σαββάτου?
  • Luke 13:17 - καὶ ταῦτα λέγοντος αὐτοῦ, κατῃσχύνοντο πάντες οἱ ἀντικείμενοι αὐτῷ; καὶ πᾶς ὁ ὄχλος ἔχαιρεν ἐπὶ πᾶσιν τοῖς ἐνδόξοις τοῖς γινομένοις ὑπ’ αὐτοῦ.
  • John 7:21 - ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς, ἓν ἔργον ἐποίησα καὶ πάντες θαυμάζετε.
  • John 7:22 - διὰ τοῦτο Μωϋσῆς δέδωκεν ὑμῖν τὴν περιτομήν (οὐχ ὅτι ἐκ τοῦ Μωϋσέως ἐστὶν, ἀλλ’ ἐκ τῶν πατέρων), καὶ ἐν Σαββάτῳ περιτέμνετε ἄνθρωπον.
  • John 7:23 - εἰ περιτομὴν λαμβάνει ἄνθρωπος ἐν Σαββάτῳ, ἵνα μὴ λυθῇ ὁ νόμος Μωϋσέως, ἐμοὶ χολᾶτε ὅτι ὅλον ἄνθρωπον ὑγιῆ ἐποίησα ἐν Σαββάτῳ?
  • Matthew 12:1 - ἐν ἐκείνῳ τῷ καιρῷ, ἐπορεύθη ὁ Ἰησοῦς τοῖς Σάββασιν διὰ τῶν σπορίμων; οἱ δὲ μαθηταὶ αὐτοῦ ἐπείνασαν, καὶ ἤρξαντο τίλλειν στάχυας καὶ ἐσθίειν.
  • Matthew 12:2 - οἱ δὲ Φαρισαῖοι ἰδόντες, εἶπαν αὐτῷ, ἰδοὺ, οἱ μαθηταί σου ποιοῦσιν ὃ οὐκ ἔξεστιν ποιεῖν ἐν Σαββάτῳ.
  • Matthew 12:3 - ὁ δὲ εἶπεν αὐτοῖς, οὐκ ἀνέγνωτε τί ἐποίησεν Δαυεὶδ, ὅτε ἐπείνασεν καὶ οἱ μετ’ αὐτοῦ?
  • Matthew 12:4 - πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ, καὶ τοὺς ἄρτους τῆς Προθέσεως ἔφαγεν, ὃ οὐκ ἐξὸν ἦν αὐτῷ φαγεῖν, οὐδὲ τοῖς μετ’ αὐτοῦ, εἰ μὴ τοῖς ἱερεῦσιν μόνοις?
  • Matthew 12:5 - ἢ οὐκ ἀνέγνωτε ἐν τῷ νόμῳ, ὅτι τοῖς Σάββασιν οἱ ἱερεῖς ἐν τῷ ἱερῷ τὸ Σάββατον βεβηλοῦσιν, καὶ ἀναίτιοί εἰσιν?
  • Matthew 12:6 - λέγω δὲ ὑμῖν, ὅτι τοῦ ἱεροῦ μεῖζόν ἐστιν ὧδε.
  • Matthew 12:7 - εἰ δὲ ἐγνώκειτε τί ἐστιν, ἔλεος θέλω καὶ οὐ θυσίαν, οὐκ ἂν κατεδικάσατε τοὺς ἀναιτίους.
  • Matthew 12:8 - Κύριος γάρ ἐστιν τοῦ Σαββάτου ὁ Υἱὸς τοῦ Ἀνθρώπου.
  • Matthew 12:9 - καὶ μεταβὰς ἐκεῖθεν, ἦλθεν εἰς τὴν συναγωγὴν αὐτῶν.
  • Matthew 12:10 - καὶ ἰδοὺ, ἄνθρωπος χεῖρα ἔχων ξηράν. καὶ ἐπηρώτησαν αὐτὸν λέγοντες, εἰ ἔξεστι τοῖς Σάββασιν θεραπεύειν? ἵνα κατηγορήσωσιν αὐτοῦ.
  • Matthew 12:11 - ὁ δὲ εἶπεν αὐτοῖς, τίς ἔσται ἐξ ὑμῶν ἄνθρωπος, ὃς ἕξει πρόβατον ἕν, καὶ ἐὰν ἐμπέσῃ τοῦτο τοῖς Σάββασιν εἰς βόθυνον, οὐχὶ κρατήσει αὐτὸ καὶ ἐγερεῖ?
  • Matthew 12:12 - πόσῳ οὖν διαφέρει ἄνθρωπος προβάτου? ὥστε ἔξεστιν τοῖς Σάββασιν καλῶς ποιεῖν.
  • Matthew 12:13 - τότε λέγει τῷ ἀνθρώπῳ, ἔκτεινόν σου τὴν χεῖρα. καὶ ἐξέτεινεν, καὶ ἀπεκατεστάθη, ὑγιὴς ὡς ἡ ἄλλη.
  • Matthew 12:14 - ἐξελθόντες δὲ, οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον κατ’ αὐτοῦ, ὅπως αὐτὸν ἀπολέσωσιν.
  • Luke 6:1 - ἐγένετο δὲ ἐν Σαββάτῳ διαπορεύεσθαι αὐτὸν διὰ σπορίμων, καὶ ἔτιλλον οἱ μαθηταὶ αὐτοῦ, καὶ ἤσθιον τοὺς στάχυας, ψώχοντες ταῖς χερσίν.
  • Luke 6:2 - τινὲς δὲ τῶν Φαρισαίων εἶπον, τί ποιεῖτε ὃ οὐκ ἔξεστιν τοῖς Σάββασιν?
  • Luke 6:3 - καὶ ἀποκριθεὶς πρὸς αὐτοὺς εἶπεν ὁ Ἰησοῦς, οὐδὲ τοῦτο ἀνέγνωτε, ὃ ἐποίησεν Δαυεὶδ ὅτε ἐπείνασεν αὐτὸς, καὶ οἱ μετ’ αὐτοῦ ὄντες?
  • Luke 6:4 - ὡς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ, καὶ τοὺς ἄρτους τῆς Προθέσεως λαβὼν, ἔφαγεν καὶ ἔδωκεν τοῖς μετ’ αὐτοῦ, οὓς οὐκ ἔξεστιν φαγεῖν, εἰ μὴ μόνους τοὺς ἱερεῖς?
  • Luke 6:5 - καὶ ἔλεγεν αὐτοῖς, Κύριός ἐστιν τοῦ Σαββάτου ὁ Υἱὸς τοῦ Ἀνθρώπου.
  • Luke 6:6 - ἐγένετο δὲ ἐν ἑτέρῳ Σαββάτῳ, εἰσελθεῖν αὐτὸν εἰς τὴν συναγωγὴν καὶ διδάσκειν; καὶ ἦν ἄνθρωπος ἐκεῖ, καὶ ἡ χεὶρ αὐτοῦ ἡ δεξιὰ ἦν ξηρά.
  • Luke 6:7 - παρετηροῦντο δὲ αὐτὸν οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι, εἰ ἐν τῷ Σαββάτῳ θεραπεύσει, ἵνα εὕρωσιν κατηγορεῖν αὐτοῦ.
  • Luke 6:8 - αὐτὸς δὲ ᾔδει τοὺς διαλογισμοὺς αὐτῶν, εἶπεν δὲ τῷ ἀνδρὶ τῷ ξηρὰν ἔχοντι τὴν χεῖρα, ἔγειρε, καὶ στῆθι εἰς τὸ μέσον. καὶ ἀναστὰς, ἔστη.
  • Luke 6:9 - εἶπεν δὲ ὁ Ἰησοῦς πρὸς αὐτούς, ἐπερωτῶ ὑμᾶς, εἰ ἔξεστιν τῷ Σαββάτῳ ἀγαθοποιῆσαι ἢ κακοποιῆσαι, ψυχὴν σῶσαι ἢ ἀπολέσαι?
  • Luke 6:10 - καὶ περιβλεψάμενος πάντας αὐτοὺς, εἶπεν αὐτῷ, ἔκτεινον τὴν χεῖρά σου. ὁ δὲ ἐποίησεν, καὶ ἀποκατεστάθη ἡ χεὶρ αὐτοῦ.
  • Luke 6:11 - αὐτοὶ δὲ ἐπλήσθησαν ἀνοίας, καὶ διελάλουν πρὸς ἀλλήλους τί ἂν ποιήσαιεν τῷ Ἰησοῦ.
  • Luke 14:1 - καὶ ἐγένετο ἐν τῷ ἐλθεῖν αὐτὸν εἰς οἶκόν τινος τῶν ἀρχόντων τῶν Φαρισαίων, Σαββάτῳ φαγεῖν ἄρτον, καὶ αὐτοὶ ἦσαν παρατηρούμενοι αὐτόν.
  • John 5:9 - καὶ εὐθέως ἐγένετο ὑγιὴς ὁ ἄνθρωπος, καὶ ἦρε τὸν κράβαττον αὐτοῦ, καὶ περιεπάτει. ἦν δὲ Σάββατον ἐν ἐκείνῃ τῇ ἡμέρᾳ.
逐节对照交叉引用