luk 10:4 UGNT
逐节对照
交叉引用
  • Matthew 10:9 - μὴ κτήσησθε χρυσὸν, μηδὲ ἄργυρον, μηδὲ χαλκὸν εἰς τὰς ζώνας ὑμῶν,
  • Matthew 10:10 - μὴ πήραν εἰς ὁδὸν, μηδὲ δύο χιτῶνας, μηδὲ ὑποδήματα, μηδὲ ῥάβδον; ἄξιος γὰρ ὁ ἐργάτης τῆς τροφῆς αὐτοῦ.
  • Matthew 10:11 - εἰς ἣν δ’ ἂν πόλιν ἢ κώμην εἰσέλθητε, ἐξετάσατε τίς ἐν αὐτῇ ἄξιός ἐστιν, κἀκεῖ μείνατε ἕως ἂν ἐξέλθητε.
  • Matthew 10:12 - εἰσερχόμενοι δὲ εἰς τὴν οἰκίαν, ἀσπάσασθε αὐτήν.
  • Matthew 10:13 - καὶ ἐὰν μὲν ᾖ ἡ οἰκία ἀξία, ἐλθάτω ἡ εἰρήνη ὑμῶν ἐπ’ αὐτήν; ἐὰν δὲ μὴ ᾖ ἀξία, ἡ εἰρήνη ὑμῶν πρὸς ὑμᾶς ἐπιστραφήτω.
  • Matthew 10:14 - καὶ ὃς ἂν μὴ δέξηται ὑμᾶς, μηδὲ ἀκούσῃ τοὺς λόγους ὑμῶν, ἐξερχόμενοι ἔξω τῆς οἰκίας ἢ τῆς πόλεως ἐκείνης, ἐκτινάξατε τὸν κονιορτὸν τῶν ποδῶν ὑμῶν.
  • Mark 6:8 - καὶ παρήγγειλεν αὐτοῖς ἵνα μηδὲν αἴρωσιν εἰς ὁδὸν, εἰ μὴ ῥάβδον μόνον, μὴ ἄρτον, μὴ πήραν, μὴ εἰς τὴν ζώνην χαλκόν,
  • Mark 6:9 - ἀλλὰ ὑποδεδεμένους σανδάλια, καὶ μὴ ἐνδύσησθε δύο χιτῶνας.
  • Mark 6:10 - καὶ ἔλεγεν αὐτοῖς, ὅπου ἐὰν εἰσέλθητε εἰς οἰκίαν, ἐκεῖ μένετε ἕως ἂν ἐξέλθητε ἐκεῖθεν.
  • Mark 6:11 - καὶ ὃς ἂν τόπος μὴ δέξηται ὑμᾶς, μηδὲ ἀκούσωσιν ὑμῶν, ἐκπορευόμενοι ἐκεῖθεν, ἐκτινάξατε τὸν χοῦν τὸν ὑποκάτω τῶν ποδῶν ὑμῶν, εἰς μαρτύριον αὐτοῖς.
  • Luke 9:3 - καὶ εἶπεν πρὸς αὐτούς, μηδὲν αἴρετε εἰς τὴν ὁδόν; μήτε ῥάβδον, μήτε πήραν, μήτε ἄρτον, μήτε ἀργύριον, μήτε δύο χιτῶνας ἔχειν.
  • Luke 9:4 - καὶ εἰς ἣν ἂν οἰκίαν εἰσέλθητε, ἐκεῖ μένετε καὶ ἐκεῖθεν ἐξέρχεσθε.
  • Luke 9:5 - καὶ ὅσοι ἂν μὴ δέχωνται ὑμᾶς, ἐξερχόμενοι ἀπὸ τῆς πόλεως ἐκείνης, τὸν κονιορτὸν ἀπὸ τῶν ποδῶν ὑμῶν ἀποτινάσσετε, εἰς μαρτύριον ἐπ’ αὐτούς.
  • Luke 9:6 - ἐξερχόμενοι δὲ, διήρχοντο κατὰ τὰς κώμας, εὐαγγελιζόμενοι καὶ θεραπεύοντες πανταχοῦ.
  • Luke 9:59 - εἶπεν δὲ πρὸς ἕτερον, ἀκολούθει μοι. ὁ δὲ εἶπεν, Κύριε, ἐπίτρεψόν μοι ἀπελθόντι, πρῶτον θάψαι τὸν πατέρα μου.
  • Luke 9:60 - εἶπεν δὲ αὐτῷ, ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς; σὺ δὲ ἀπελθὼν, διάγγελλε τὴν Βασιλείαν τοῦ Θεοῦ.
  • Luke 10:4 - μὴ βαστάζετε βαλλάντιον, μὴ πήραν, μὴ ὑποδήματα; καὶ μηδένα κατὰ τὴν ὁδὸν ἀσπάσησθε.
  • Luke 10:5 - εἰς ἣν δ’ ἂν εἰσέλθητε οἰκίαν, πρῶτον λέγετε, εἰρήνη τῷ οἴκῳ τούτῳ.
  • Luke 10:6 - καὶ ἐὰν ἐκεῖ ᾖ υἱὸς εἰρήνης, ἐπαναπαήσεται ἐπ’ αὐτὸν ἡ εἰρήνη ὑμῶν; εἰ δὲ μή γε ἐφ’ ὑμᾶς ἀνακάμψει.
  • Luke 10:7 - ἐν αὐτῇ δὲ τῇ οἰκίᾳ μένετε, ἐσθίοντες καὶ πίνοντες τὰ παρ’ αὐτῶν; ἄξιος γὰρ ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ. μὴ μεταβαίνετε ἐξ οἰκίας εἰς οἰκίαν.
  • Luke 10:8 - καὶ εἰς ἣν ἂν πόλιν εἰσέρχησθε, καὶ δέχωνται ὑμᾶς, ἐσθίετε τὰ παρατιθέμενα ὑμῖν.
  • Luke 10:9 - καὶ θεραπεύετε τοὺς ἐν αὐτῇ ἀσθενεῖς, καὶ λέγετε αὐτοῖς, ἤγγικεν ἐφ’ ὑμᾶς ἡ Βασιλεία τοῦ Θεοῦ.
  • Luke 10:10 - εἰς ἣν δ’ ἂν πόλιν εἰσέλθητε, καὶ μὴ δέχωνται ὑμᾶς, ἐξελθόντες εἰς τὰς πλατείας αὐτῆς εἴπατε,
  • Luke 10:11 - καὶ τὸν κονιορτὸν τὸν κολληθέντα ἡμῖν, ἐκ τῆς πόλεως ὑμῶν εἰς τοὺς πόδας ἀπομασσόμεθα ὑμῖν; πλὴν τοῦτο γινώσκετε, ὅτι ἤγγικεν ἡ Βασιλεία τοῦ Θεοῦ.
  • Luke 10:12 - λέγω ὑμῖν, ὅτι Σοδόμοις ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀνεκτότερον ἔσται, ἢ τῇ πόλει ἐκείνῃ.
  • Luke 22:35 - καὶ εἶπεν αὐτοῖς, ὅτε ἀπέστειλα ὑμᾶς ἄτερ βαλλαντίου, καὶ πήρας, καὶ ὑποδημάτων, μή τινος ὑστερήσατε? οἱ δὲ εἶπαν, οὐθενός.
逐节对照交叉引用