luk 10:41 UGNT
逐节对照
交叉引用
  • 1 Corinthians 7:32 - θέλω δὲ ὑμᾶς ἀμερίμνους εἶναι. ὁ ἄγαμος μεριμνᾷ τὰ τοῦ Κυρίου, πῶς ἀρέσῃ τῷ Κυρίῳ;
  • 1 Corinthians 7:33 - ὁ δὲ γαμήσας μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς ἀρέσῃ τῇ γυναικί, καὶ μεμέρισται καὶ. ἡ γυνὴ ἡ ἄγαμος καὶ ἡ παρθένος
  • 1 Corinthians 7:34 - μεριμνᾷ τὰ τοῦ Κυρίου, ἵνα ᾖ ἁγία, καὶ τῷ σώματι καὶ τῷ πνεύματι; ἡ δὲ γαμήσασα μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς ἀρέσῃ τῷ ἀνδρί.
  • 1 Corinthians 7:35 - τοῦτο δὲ πρὸς τὸ ὑμῶν αὐτῶν σύμφορον λέγω, οὐχ ἵνα βρόχον ὑμῖν ἐπιβάλω, ἀλλὰ πρὸς τὸ εὔσχημον καὶ εὐπάρεδρον τῷ Κυρίῳ ἀπερισπάστως.
  • Mark 4:19 - καὶ αἱ μέριμναι τοῦ αἰῶνος, καὶ ἡ ἀπάτη τοῦ πλούτου, καὶ αἱ περὶ τὰ λοιπὰ ἐπιθυμίαι εἰσπορευόμεναι, συνπνίγουσιν τὸν λόγον καὶ ἄκαρπος γίνεται.
  • Luke 21:34 - προσέχετε δὲ ἑαυτοῖς, μήποτε βαρηθῶσιν ὑμῶν αἱ καρδίαι ἐν κρεπάλῃ, καὶ μέθῃ, καὶ μερίμναις βιωτικαῖς; καὶ ἐπιστῇ ἐφ’ ὑμᾶς αἰφνίδιος ἡ ἡμέρα ἐκείνη
  • Luke 8:14 - τὸ δὲ εἰς τὰς ἀκάνθας πεσόν, οὗτοί εἰσιν οἱ ἀκούσαντες, καὶ ὑπὸ μεριμνῶν, καὶ πλούτου, καὶ ἡδονῶν τοῦ βίου, πορευόμενοι συνπνίγονται καὶ οὐ τελεσφοροῦσιν.
  • Luke 12:22 - εἶπεν δὲ πρὸς τοὺς μαθητὰς αὐτοῦ, διὰ τοῦτο λέγω ὑμῖν, μὴ μεριμνᾶτε τῇ ψυχῇ, τί φάγητε μηδὲ τῷ σώματι τί ἐνδύσησθε.
  • Philippians 4:6 - μηδὲν μεριμνᾶτε, ἀλλ’ ἐν παντὶ, τῇ προσευχῇ καὶ τῇ δεήσει μετὰ εὐχαριστίας, τὰ αἰτήματα ὑμῶν γνωριζέσθω πρὸς τὸν Θεόν.
  • Matthew 6:25 - διὰ τοῦτο λέγω ὑμῖν, μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν, τί φάγητε ἢ τί πίητε, μηδὲ τῷ σώματι ὑμῶν τί ἐνδύσησθε. οὐχὶ ἡ ψυχὴ πλεῖόν ἐστι τῆς τροφῆς, καὶ τὸ σῶμα τοῦ ἐνδύματος?
  • Matthew 6:26 - ἐμβλέψατε εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ, ὅτι οὐ σπείρουσιν, οὐδὲ θερίζουσιν, οὐδὲ συνάγουσιν εἰς ἀποθήκας, καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτά; οὐχ ὑμεῖς μᾶλλον διαφέρετε αὐτῶν?
  • Matthew 6:27 - τίς δὲ ἐξ ὑμῶν μεριμνῶν δύναται προσθεῖναι ἐπὶ τὴν ἡλικίαν αὐτοῦ πῆχυν ἕνα?
  • Matthew 6:28 - καὶ περὶ ἐνδύματος τί μεριμνᾶτε? καταμάθετε τὰ κρίνα τοῦ ἀγροῦ πῶς αὐξάνουσιν; οὐ κοπιῶσιν οὐδὲ νήθουσιν;
  • Matthew 6:29 - λέγω δὲ ὑμῖν, ὅτι οὐδὲ Σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἓν τούτων.
  • Matthew 6:30 - εἰ δὲ τὸν χόρτον τοῦ ἀγροῦ σήμερον ὄντα, καὶ αὔριον εἰς κλίβανον βαλλόμενον, ὁ Θεὸς οὕτως ἀμφιέννυσιν, οὐ πολλῷ μᾶλλον ὑμᾶς, ὀλιγόπιστοι?
  • Matthew 6:31 - μὴ οὖν μεριμνήσητε λέγοντες, τί φάγωμεν, ἤ, τί πίωμεν, ἤ, τί περιβαλώμεθα?
  • Matthew 6:32 - πάντα γὰρ ταῦτα τὰ ἔθνη ἐπιζητοῦσιν; οἶδεν γὰρ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος ὅτι χρῄζετε τούτων ἁπάντων.
  • Matthew 6:33 - ζητεῖτε δὲ πρῶτον τὴν βασιλείαν καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν.
  • Matthew 6:34 - μὴ οὖν μεριμνήσητε εἰς τὴν αὔριον, ἡ γὰρ αὔριον μεριμνήσει ἑαυτῆς. ἀρκετὸν τῇ ἡμέρᾳ ἡ κακία αὐτῆς.
逐节对照交叉引用