luk 10:9 UGNT
逐节对照
交叉引用
  • Luke 17:20 - ἐπερωτηθεὶς δὲ ὑπὸ τῶν Φαρισαίων πότε ἔρχεται ἡ Βασιλεία τοῦ Θεοῦ, ἀπεκρίθη αὐτοῖς καὶ εἶπεν, οὐκ ἔρχεται ἡ Βασιλεία τοῦ Θεοῦ μετὰ παρατηρήσεως;
  • Luke 17:21 - οὐδὲ ἐροῦσιν, ἰδοὺ, ὧδε, ἤ, ἐκεῖ; ἰδοὺ γὰρ, ἡ Βασιλεία τοῦ Θεοῦ ἐντὸς ὑμῶν ἐστιν.
  • Acts 28:28 - γνωστὸν οὖν ἔστω, ὑμῖν ὅτι τοῖς ἔθνεσιν ἀπεστάλη τοῦτο τὸ σωτήριον τοῦ Θεοῦ; αὐτοὶ καὶ ἀκούσονται!
  • John 3:3 - ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ, ἀμὴν, ἀμὴν, λέγω σοι, ἐὰν μή τις γεννηθῇ ἄνωθεν, οὐ δύναται ἰδεῖν τὴν Βασιλείαν τοῦ Θεοῦ.
  • Mark 4:30 - καὶ ἔλεγεν, πῶς ὁμοιώσωμεν τὴν Βασιλείαν τοῦ Θεοῦ, ἢ ἐν τίνι αὐτὴν παραβολῇ θῶμεν?
  • Mark 6:13 - καὶ δαιμόνια πολλὰ ἐξέβαλλον, καὶ ἤλειφον ἐλαίῳ πολλοὺς ἀρρώστους καὶ ἐθεράπευον.
  • Matthew 4:17 - ἀπὸ τότε ἤρξατο ὁ Ἰησοῦς κηρύσσειν καὶ λέγειν, μετανοεῖτε, ἤγγικεν γὰρ ἡ Βασιλεία τῶν Οὐρανῶν.
  • Matthew 10:7 - πορευόμενοι δὲ κηρύσσετε λέγοντες, ὅτι ἤγγικεν ἡ Βασιλεία τῶν Οὐρανῶν.
  • Matthew 10:8 - ἀσθενοῦντας θεραπεύετε, νεκροὺς ἐγείρετε, λεπροὺς καθαρίζετε, δαιμόνια ἐκβάλλετε; δωρεὰν ἐλάβετε, δωρεὰν δότε.
  • Luke 9:2 - καὶ ἀπέστειλεν αὐτοὺς κηρύσσειν τὴν Βασιλείαν τοῦ Θεοῦ, καὶ ἰᾶσθαι τοὺς ἀσθενεῖς.
  • Acts 28:31 - κηρύσσων τὴν Βασιλείαν τοῦ Θεοῦ, καὶ διδάσκων τὰ περὶ τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ, μετὰ πάσης παρρησίας ἀκωλύτως.
  • Acts 28:7 - ἐν δὲ τοῖς περὶ τὸν τόπον ἐκεῖνον, ὑπῆρχεν χωρία τῷ πρώτῳ τῆς νήσου ὀνόματι Ποπλίῳ, ὃς ἀναδεξάμενος ἡμᾶς τρεῖς ἡμέρας φιλοφρόνως ἐξένισεν.
  • Acts 28:8 - ἐγένετο δὲ, τὸν πατέρα τοῦ Ποπλίου πυρετοῖς καὶ δυσεντερίῳ συνεχόμενον κατακεῖσθαι, πρὸς ὃν ὁ Παῦλος εἰσελθὼν, καὶ προσευξάμενος, ἐπιθεὶς τὰς χεῖρας αὐτῷ, ἰάσατο αὐτόν.
  • Acts 28:9 - τούτου δὲ γενομένου, καὶ οἱ λοιποὶ οἱ ἐν τῇ νήσῳ ἔχοντες ἀσθενείας προσήρχοντο καὶ ἐθεραπεύοντο,
  • Acts 28:10 - οἳ καὶ πολλαῖς τιμαῖς ἐτίμησαν ἡμᾶς, καὶ ἀναγομένοις, ἐπέθεντο τὰ πρὸς τὰς χρείας.
  • John 3:5 - ἀπεκρίθη Ἰησοῦς, ἀμὴν, ἀμὴν, λέγω σοι, ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ Πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν Βασιλείαν τοῦ Θεοῦ.
  • Luke 10:11 - καὶ τὸν κονιορτὸν τὸν κολληθέντα ἡμῖν, ἐκ τῆς πόλεως ὑμῶν εἰς τοὺς πόδας ἀπομασσόμεθα ὑμῖν; πλὴν τοῦτο γινώσκετε, ὅτι ἤγγικεν ἡ Βασιλεία τοῦ Θεοῦ.
  • Matthew 3:2 - λέγων, μετανοεῖτε, ἤγγικεν γὰρ ἡ Βασιλεία τῶν Οὐρανῶν.
逐节对照交叉引用