luk 12:12 UGNT
逐节对照
交叉引用
  • Acts 26:1 - Ἀγρίππας δὲ πρὸς τὸν Παῦλον ἔφη, ἐπιτρέπεταί σοι περὶ σεαυτοῦ λέγειν. τότε ὁ Παῦλος ἐκτείνας τὴν χεῖρα ἀπελογεῖτο:
  • Acts 26:2 - περὶ πάντων ὧν ἐνκαλοῦμαι ὑπὸ Ἰουδαίων, Βασιλεῦ Ἀγρίππα, ἥγημαι ἐμαυτὸν μακάριον ἐπὶ σοῦ, μέλλων σήμερον ἀπολογεῖσθαι.
  • Acts 26:3 - μάλιστα γνώστην ὄντα σε πάντων τῶν κατὰ Ἰουδαίους, ἐθῶν τε καὶ ζητημάτων; διὸ δέομαι μακροθύμως ἀκοῦσαί μου.
  • Acts 26:4 - τὴν μὲν οὖν βίωσίν μου, τὴν ἐκ νεότητος τὴν ἀπ’ ἀρχῆς γενομένην ἐν τῷ ἔθνει μου ἔν τε Ἱεροσολύμοις, ἴσασι πάντες οἱ Ἰουδαῖοι,
  • Acts 26:5 - προγινώσκοντές με ἄνωθεν, ἐὰν θέλωσι μαρτυρεῖν, ὅτι κατὰ τὴν ἀκριβεστάτην αἵρεσιν τῆς ἡμετέρας θρησκείας, ἔζησα Φαρισαῖος.
  • Acts 26:6 - καὶ νῦν ἐπ’ ἐλπίδι τῆς εἰς τοὺς πατέρας ἡμῶν ἐπαγγελίας, γενομένης ὑπὸ τοῦ Θεοῦ, ἕστηκα κρινόμενος,
  • Acts 26:7 - εἰς ἣν τὸ δωδεκάφυλον ἡμῶν ἐν ἐκτενείᾳ, νύκτα καὶ ἡμέραν λατρεῦον, ἐλπίζει καταντῆσαι; περὶ ἧς ἐλπίδος ἐνκαλοῦμαι ὑπὸ Ἰουδαίων, Βασιλεῦ.
  • Acts 26:8 - τί ἄπιστον κρίνεται παρ’ ὑμῖν, εἰ ὁ Θεὸς νεκροὺς ἐγείρει?
  • Acts 26:9 - ἐγὼ μὲν οὖν ἔδοξα ἐμαυτῷ πρὸς τὸ ὄνομα Ἰησοῦ τοῦ Ναζωραίου δεῖν πολλὰ ἐναντία πρᾶξαι.
  • Acts 26:10 - ὃ καὶ ἐποίησα ἐν Ἱεροσολύμοις; καὶ πολλούς τε τῶν ἁγίων ἐγὼ ἐν φυλακαῖς κατέκλεισα, τὴν παρὰ τῶν ἀρχιερέων ἐξουσίαν λαβών, ἀναιρουμένων τε αὐτῶν, κατήνεγκα ψῆφον.
  • Acts 26:11 - καὶ κατὰ πάσας τὰς συναγωγὰς, πολλάκις τιμωρῶν αὐτοὺς, ἠνάγκαζον βλασφημεῖν; περισσῶς τε ἐμμαινόμενος αὐτοῖς, ἐδίωκον ἕως καὶ εἰς τὰς ἔξω πόλεις.
  • Acts 26:12 - ἐν οἷς πορευόμενος εἰς τὴν Δαμασκὸν, μετ’ ἐξουσίας καὶ ἐπιτροπῆς τῆς τῶν ἀρχιερέων,
  • Acts 26:13 - ἡμέρας μέσης κατὰ τὴν ὁδὸν εἶδον, Βασιλεῦ, οὐρανόθεν ὑπὲρ τὴν λαμπρότητα τοῦ ἡλίου περιλάμψαν με φῶς, καὶ τοὺς σὺν ἐμοὶ πορευομένους.
  • Acts 26:14 - πάντων τε καταπεσόντων ἡμῶν εἰς τὴν γῆν, ἤκουσα φωνὴν, λέγουσαν πρός με τῇ Ἑβραΐδι διαλέκτῳ, Σαοὺλ, Σαούλ, τί με διώκεις? σκληρόν σοι πρὸς κέντρα λακτίζειν.
  • Acts 26:15 - ἐγὼ δὲ εἶπα, τίς εἶ, κύριε? ὁ δὲ Κύριος εἶπεν, ἐγώ εἰμι Ἰησοῦς, ὃν σὺ διώκεις.
  • Acts 26:16 - ἀλλὰ ἀνάστηθι, καὶ στῆθι ἐπὶ τοὺς πόδας σου; εἰς τοῦτο γὰρ ὤφθην σοι, προχειρίσασθαί σε ὑπηρέτην καὶ μάρτυρα, ὧν τε εἶδές με ὧν τε ὀφθήσομαί σοι,
  • Acts 26:17 - ἐξαιρούμενός σε ἐκ τοῦ λαοῦ καὶ ἐκ τῶν ἐθνῶν, εἰς οὓς ἐγὼ ἀποστέλλω σε,
  • Acts 26:18 - ἀνοῖξαι ὀφθαλμοὺς αὐτῶν, τοῦ ἐπιστρέψαι ἀπὸ σκότους εἰς φῶς, καὶ τῆς ἐξουσίας τοῦ Σατανᾶ ἐπὶ τὸν Θεόν, τοῦ λαβεῖν αὐτοὺς ἄφεσιν ἁμαρτιῶν καὶ κλῆρον ἐν τοῖς ἡγιασμένοις πίστει τῇ εἰς ἐμέ.
  • Acts 26:19 - ὅθεν, Βασιλεῦ Ἀγρίππα, οὐκ ἐγενόμην ἀπειθὴς τῇ οὐρανίῳ ὀπτασίᾳ,
  • Acts 26:20 - ἀλλὰ τοῖς ἐν Δαμασκῷ πρῶτόν τε, καὶ Ἱεροσολύμοις, πᾶσάν τε τὴν χώραν τῆς Ἰουδαίας, καὶ τοῖς ἔθνεσιν, ἀπήγγελλον μετανοεῖν καὶ ἐπιστρέφειν ἐπὶ τὸν Θεόν, ἄξια τῆς μετανοίας ἔργα πράσσοντας.
  • Acts 26:21 - ἕνεκα τούτων, με Ἰουδαῖοι συλλαβόμενοι ἐν τῷ ἱερῷ, ἐπειρῶντο διαχειρίσασθαι.
  • Acts 26:22 - ἐπικουρίας οὖν τυχὼν τῆς ἀπὸ τοῦ Θεοῦ ἄχρι τῆς ἡμέρας ταύτης, ἕστηκα μαρτυρόμενος μικρῷ τε καὶ μεγάλῳ, οὐδὲν ἐκτὸς λέγων, ὧν τε οἱ προφῆται ἐλάλησαν μελλόντων γίνεσθαι, καὶ Μωϋσῆς,
  • Acts 26:23 - εἰ παθητὸς ὁ Χριστός; εἰ πρῶτος ἐξ ἀναστάσεως νεκρῶν, φῶς μέλλει καταγγέλλειν τῷ τε λαῷ καὶ τοῖς ἔθνεσιν.
  • Acts 26:24 - ταῦτα δὲ αὐτοῦ ἀπολογουμένου, ὁ Φῆστος μεγάλῃ τῇ φωνῇ φησιν, μαίνῃ, Παῦλε! τὰ πολλά σε γράμματα εἰς μανίαν περιτρέπει!
  • Acts 26:25 - ὁ δὲ Παῦλος, οὐ μαίνομαι, φησίν, κράτιστε Φῆστε, ἀλλὰ ἀληθείας καὶ σωφροσύνης ῥήματα ἀποφθέγγομαι.
  • Acts 26:26 - ἐπίσταται γὰρ περὶ τούτων ὁ βασιλεύς, πρὸς ὃν καὶ παρρησιαζόμενος λαλῶ; λανθάνειν γὰρ αὐτὸν τι τούτων οὐ πείθομαι οὐθέν; οὐ γάρ ἐστιν ἐν γωνίᾳ πεπραγμένον τοῦτο.
  • Acts 26:27 - πιστεύεις, Βασιλεῦ Ἀγρίππα, τοῖς προφήταις? οἶδα ὅτι πιστεύεις.
  • Acts 26:28 - ὁ δὲ Ἀγρίππας πρὸς τὸν Παῦλον, ἐν ὀλίγῳ με πείθεις Χριστιανὸν ποιῆσαι?
  • Acts 26:29 - ὁ δὲ Παῦλος, εὐξαίμην ἂν τῷ Θεῷ, καὶ ἐν ὀλίγῳ καὶ ἐν μεγάλῳ, οὐ μόνον σὲ, ἀλλὰ καὶ πάντας τοὺς ἀκούοντάς μου σήμερον, γενέσθαι τοιούτους ὁποῖος κἀγὼ εἰμι, παρεκτὸς τῶν δεσμῶν τούτων.
  • Acts 26:30 - ἀνέστη τε ὁ βασιλεὺς καὶ ὁ ἡγεμὼν, ἥ τε Βερνίκη καὶ οἱ συνκαθήμενοι αὐτοῖς,
  • Acts 26:31 - καὶ ἀναχωρήσαντες ἐλάλουν πρὸς ἀλλήλους λέγοντες, ὅτι οὐδὲν θανάτου ἢ δεσμῶν ἄξιον τι πράσσει ὁ ἄνθρωπος οὗτος.
  • Acts 26:32 - Ἀγρίππας δὲ τῷ Φήστῳ ἔφη, ἀπολελύσθαι ἐδύνατο ὁ ἄνθρωπος οὗτος, εἰ μὴ ἐπεκέκλητο Καίσαρα.
  • Acts 7:2 - ὁ δὲ ἔφη, ἄνδρες, ἀδελφοὶ καὶ πατέρες, ἀκούσατε! ὁ Θεὸς τῆς δόξης ὤφθη τῷ πατρὶ ἡμῶν Ἀβραὰμ, ὄντι ἐν τῇ Μεσοποταμίᾳ πρὶν ἢ κατοικῆσαι αὐτὸν ἐν Χαρράν,
  • Acts 7:3 - καὶ εἶπεν πρὸς αὐτόν, ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου, καὶ δεῦρο εἰς τὴν γῆν ἣν ἄν σοι δείξω.
  • Acts 7:4 - τότε ἐξελθὼν ἐκ γῆς Χαλδαίων, κατῴκησεν ἐν Χαρράν. κἀκεῖθεν μετὰ τὸ ἀποθανεῖν τὸν πατέρα αὐτοῦ, μετῴκισεν αὐτὸν εἰς τὴν γῆν ταύτην, εἰς ἣν ὑμεῖς νῦν κατοικεῖτε.
  • Acts 7:5 - καὶ οὐκ ἔδωκεν αὐτῷ κληρονομίαν ἐν αὐτῇ, οὐδὲ βῆμα ποδός; καὶ ἐπηγγείλατο δοῦναι αὐτῷ εἰς κατάσχεσιν αὐτὴν, καὶ τῷ σπέρματι αὐτοῦ μετ’ αὐτόν, οὐκ ὄντος αὐτῷ τέκνου.
  • Acts 7:6 - ἐλάλησεν δὲ οὕτως ὁ Θεὸς ὅτι ἔσται τὸ σπέρμα αὐτοῦ, πάροικον ἐν γῇ ἀλλοτρίᾳ, καὶ δουλώσουσιν αὐτὸ καὶ κακώσουσιν ἔτη τετρακόσια.
  • Acts 7:7 - καὶ τὸ ἔθνος ᾧ ἐὰν δουλεύσωσιν κρινῶ ἐγώ, ὁ Θεὸς εἶπεν; καὶ μετὰ ταῦτα, ἐξελεύσονται καὶ λατρεύσουσίν μοι ἐν τῷ τόπῳ τούτῳ.
  • Acts 7:8 - καὶ ἔδωκεν αὐτῷ διαθήκην περιτομῆς; καὶ οὕτως ἐγέννησεν τὸν Ἰσαὰκ, καὶ περιέτεμεν αὐτὸν τῇ ἡμέρᾳ τῇ ὀγδόῃ; καὶ Ἰσαὰκ τὸν Ἰακώβ, καὶ Ἰακὼβ τοὺς δώδεκα πατριάρχας.
  • Acts 7:9 - καὶ οἱ πατριάρχαι ζηλώσαντες τὸν Ἰωσὴφ, ἀπέδοντο εἰς Αἴγυπτον; καὶ ἦν ὁ Θεὸς μετ’ αὐτοῦ,
  • Acts 7:10 - καὶ ἐξείλατο αὐτὸν ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ; καὶ ἔδωκεν αὐτῷ χάριν καὶ σοφίαν ἐναντίον Φαραὼ, βασιλέως Αἰγύπτου; καὶ κατέστησεν αὐτὸν ἡγούμενον ἐπ’ Αἴγυπτον, καὶ ὅλον τὸν οἶκον αὐτοῦ.
  • Acts 7:11 - ἦλθεν δὲ λιμὸς ἐφ’ ὅλην τὴν Αἴγυπτον καὶ Χανάαν, καὶ θλῖψις μεγάλη, καὶ οὐχ εὑρίσκον χορτάσματα οἱ πατέρες ἡμῶν.
  • Acts 7:12 - ἀκούσας δὲ Ἰακὼβ, ὄντα σιτία εἰς Αἴγυπτον, ἐξαπέστειλεν τοὺς πατέρας ἡμῶν πρῶτον;
  • Acts 7:13 - καὶ ἐν τῷ δευτέρῳ, ἀνεγνωρίσθη Ἰωσὴφ τοῖς ἀδελφοῖς αὐτοῦ, καὶ φανερὸν ἐγένετο τῷ Φαραὼ τὸ γένος Ἰωσήφ.
  • Acts 7:14 - ἀποστείλας δὲ, Ἰωσὴφ μετεκαλέσατο Ἰακὼβ, τὸν πατέρα αὐτοῦ, καὶ πᾶσαν τὴν συγγένειαν, ἐν ψυχαῖς ἑβδομήκοντα πέντε.
  • Acts 7:15 - καὶ κατέβη Ἰακὼβ εἰς Αἴγυπτον, καὶ ἐτελεύτησεν αὐτὸς καὶ οἱ πατέρες ἡμῶν,
  • Acts 7:16 - καὶ μετετέθησαν εἰς Συχὲμ, καὶ ἐτέθησαν ἐν τῷ μνήματι, ᾧ ὠνήσατο Ἀβραὰμ τιμῆς ἀργυρίου παρὰ τῶν υἱῶν Ἑμμὼρ ἐν Συχέμ.
  • Acts 7:17 - καθὼς δὲ ἤγγιζεν ὁ χρόνος τῆς ἐπαγγελίας, ἧς ὡμολόγησεν ὁ Θεὸς τῷ Ἀβραάμ, ηὔξησεν ὁ λαὸς καὶ ἐπληθύνθη ἐν Αἰγύπτῳ,
  • Acts 7:18 - ἄχρι οὗ ἀνέστη βασιλεὺς ἕτερος ἐπ’ Αἴγυπτον, ὃς οὐκ ᾔδει τὸν Ἰωσήφ.
  • Acts 7:19 - οὗτος, κατασοφισάμενος τὸ γένος ἡμῶν, ἐκάκωσεν τοὺς πατέρας τοῦ ποιεῖν τὰ βρέφη ἔκθετα αὐτῶν, εἰς τὸ μὴ ζῳογονεῖσθαι.
  • Acts 7:20 - ἐν ᾧ καιρῷ ἐγεννήθη Μωϋσῆς, καὶ ἦν ἀστεῖος τῷ Θεῷ; ὃς ἀνετράφη μῆνας τρεῖς ἐν τῷ οἴκῳ τοῦ πατρός.
  • Acts 7:21 - ἐκτεθέντος δὲ αὐτοῦ, ἀνείλατο αὐτὸν ἡ θυγάτηρ Φαραὼ, καὶ ἀνεθρέψατο αὐτὸν ἑαυτῇ εἰς υἱόν.
  • Acts 7:22 - καὶ ἐπαιδεύθη Μωϋσῆς πάσῃ σοφίᾳ Αἰγυπτίων; ἦν δὲ δυνατὸς ἐν λόγοις καὶ ἔργοις αὐτοῦ.
  • Acts 7:23 - ὡς δὲ ἐπληροῦτο αὐτῷ τεσσερακονταετὴς χρόνος, ἀνέβη ἐπὶ τὴν καρδίαν αὐτοῦ ἐπισκέψασθαι τοὺς ἀδελφοὺς αὐτοῦ, τοὺς υἱοὺς Ἰσραήλ.
  • Acts 7:24 - καὶ ἰδών τινα ἀδικούμενον, ἠμύνατο καὶ ἐποίησεν ἐκδίκησιν τῷ καταπονουμένῳ, πατάξας τὸν Αἰγύπτιον.
  • Acts 7:25 - ἐνόμιζεν δὲ, συνιέναι τοὺς ἀδελφοὺς ὅτι ὁ Θεὸς διὰ χειρὸς αὐτοῦ δίδωσιν σωτηρίαν αὐτοῖς; οἱ δὲ οὐ συνῆκαν.
  • Acts 7:26 - τῇ τε ἐπιούσῃ ἡμέρᾳ, ὤφθη αὐτοῖς μαχομένοις, καὶ συνήλλασσεν αὐτοὺς εἰς εἰρήνην, εἰπών, ἄνδρες, ἀδελφοί ἐστε. ἱνα τί ἀδικεῖτε ἀλλήλους?
  • Acts 7:27 - ὁ δὲ ἀδικῶν τὸν πλησίον ἀπώσατο αὐτὸν εἰπών, τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐφ’ ἡμῶν?
  • Acts 7:28 - μὴ ἀνελεῖν με σὺ θέλεις, ὃν τρόπον ἀνεῖλες ἐχθὲς τὸν Αἰγύπτιον?
  • Acts 7:29 - ἔφυγεν δὲ Μωϋσῆς ἐν τῷ λόγῳ τούτῳ, καὶ ἐγένετο πάροικος ἐν γῇ Μαδιάμ, οὗ ἐγέννησεν υἱοὺς δύο.
  • Acts 7:30 - καὶ πληρωθέντων ἐτῶν τεσσεράκοντα, ὤφθη αὐτῷ ἐν τῇ ἐρήμῳ τοῦ Ὄρους Σινά, ἄγγελος ἐν φλογὶ πυρὸς βάτου.
  • Acts 7:31 - ὁ δὲ Μωϋσῆς ἰδὼν, ἐθαύμασεν τὸ ὅραμα; προσερχομένου δὲ αὐτοῦ κατανοῆσαι, ἐγένετο φωνὴ Κυρίου:
  • Acts 7:32 - ἐγὼ ὁ Θεὸς τῶν πατέρων σου, ὁ Θεὸς Ἀβραὰμ, καὶ Ἰσαὰκ, καὶ Ἰακώβ. ἔντρομος δὲ γενόμενος, Μωϋσῆς οὐκ ἐτόλμα κατανοῆσαι.
  • Acts 7:33 - εἶπεν δὲ αὐτῷ ὁ Κύριος, λῦσον τὸ ὑπόδημα τῶν ποδῶν σου, ὁ γὰρ τόπος ἐφ’ ᾧ ἕστηκας γῆ ἁγία ἐστίν.
  • Acts 7:34 - ἰδὼν, εἶδον τὴν κάκωσιν τοῦ λαοῦ μου τοῦ ἐν Αἰγύπτῳ, καὶ τοῦ στεναγμοῦ αὐτῶν ἤκουσα, καὶ κατέβην ἐξελέσθαι αὐτούς; καὶ νῦν δεῦρο, ἀποστείλω σε εἰς Αἴγυπτον.
  • Acts 7:35 - τοῦτον τὸν Μωϋσῆν, ὃν ἠρνήσαντο εἰπόντες, τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστήν? τοῦτον ὁ Θεὸς καὶ ἄρχοντα καὶ λυτρωτὴν ἀπέσταλκεν, σὺν χειρὶ ἀγγέλου τοῦ ὀφθέντος αὐτῷ ἐν τῇ βάτῳ.
  • Acts 7:36 - οὗτος ἐξήγαγεν αὐτοὺς, ποιήσας τέρατα καὶ σημεῖα ἐν γῇ Αἰγύπτῳ, καὶ ἐν Ἐρυθρᾷ Θαλάσσῃ, καὶ ἐν τῇ ἐρήμῳ, ἔτη τεσσεράκοντα.
  • Acts 7:37 - οὗτός ἐστιν ὁ Μωϋσῆς ὁ εἴπας τοῖς υἱοῖς Ἰσραήλ, προφήτην ὑμῖν ἀναστήσει ὁ Θεὸς, ἐκ τῶν ἀδελφῶν ὑμῶν, ὡς ἐμέ.
  • Acts 7:38 - οὗτός ἐστιν ὁ γενόμενος ἐν τῇ ἐκκλησίᾳ ἐν τῇ ἐρήμῳ, μετὰ τοῦ ἀγγέλου τοῦ λαλοῦντος αὐτῷ ἐν τῷ Ὄρει Σινά, καὶ τῶν πατέρων ἡμῶν, ὃς ἐδέξατο λόγια ζῶντα δοῦναι ὑμῖν;
  • Acts 7:39 - ᾧ οὐκ ἠθέλησαν ὑπήκοοι γενέσθαι οἱ πατέρες ἡμῶν, ἀλλὰ ἀπώσαντο καὶ ἐστράφησαν ἐν ταῖς καρδίαις αὐτῶν εἰς Αἴγυπτον,
  • Acts 7:40 - εἰπόντες τῷ Ἀαρών, ποίησον ἡμῖν θεοὺς οἳ προπορεύσονται ἡμῶν. ὁ γὰρ Μωϋσῆς οὗτος, ὃς ἐξήγαγεν ἡμᾶς ἐκ γῆς Αἰγύπτου, οὐκ οἴδαμεν τί ἐγένετο αὐτῷ.
  • Acts 7:41 - καὶ ἐμοσχοποίησαν ἐν ταῖς ἡμέραις ἐκείναις, καὶ ἀνήγαγον θυσίαν τῷ εἰδώλῳ, καὶ εὐφραίνοντο ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν.
  • Acts 7:42 - ἔστρεψεν δὲ ὁ Θεὸς, καὶ παρέδωκεν αὐτοὺς λατρεύειν τῇ στρατιᾷ τοῦ οὐρανοῦ, καθὼς γέγραπται ἐν βίβλῳ τῶν προφητῶν, μὴ σφάγια καὶ θυσίας προσηνέγκατέ μοι, ἔτη τεσσεράκοντα ἐν τῇ ἐρήμῳ, οἶκος Ἰσραήλ?
  • Acts 7:43 - καὶ ἀνελάβετε τὴν σκηνὴν τοῦ Μολὸχ, καὶ τὸ ἄστρον τοῦ θεοῦ ὑμῶν Ῥαιφάν, τοὺς τύπους οὓς ἐποιήσατε προσκυνεῖν αὐτοῖς. καὶ μετοικιῶ ὑμᾶς ἐπέκεινα Βαβυλῶνος.
  • Acts 7:44 - ἡ σκηνὴ τοῦ μαρτυρίου ἦν τοῖς πατράσιν ἡμῶν ἐν τῇ ἐρήμῳ, καθὼς διετάξατο ὁ λαλῶν τῷ Μωϋσῇ, ποιῆσαι αὐτὴν κατὰ τὸν τύπον ὃν ἑωράκει,
  • Acts 7:45 - ἣν καὶ εἰσήγαγον, διαδεξάμενοι οἱ πατέρες ἡμῶν μετὰ Ἰησοῦ ἐν τῇ κατασχέσει τῶν ἐθνῶν, ὧν ἐξῶσεν ὁ Θεὸς ἀπὸ προσώπου τῶν πατέρων ἡμῶν, ἕως τῶν ἡμερῶν Δαυείδ;
  • Acts 7:46 - ὃς εὗρεν χάριν ἐνώπιον τοῦ Θεοῦ, καὶ ᾐτήσατο εὑρεῖν σκήνωμα τῷ οἴκῳ Ἰακώβ.
  • Acts 7:47 - Σολομῶν δὲ οἰκοδόμησεν αὐτῷ οἶκον.
  • Acts 7:48 - ἀλλ’ οὐχ ὁ Ὕψιστος ἐν χειροποιήτοις κατοικεῖ; καθὼς ὁ προφήτης λέγει,
  • Acts 7:49 - ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου ποῖον οἶκον οἰκοδομήσετέ μοι? λέγει Κύριος, ἢ τίς τόπος τῆς καταπαύσεώς μου?
  • Acts 7:50 - οὐχὶ ἡ χείρ μου ἐποίησεν ταῦτα πάντα?
  • Acts 7:51 - σκληροτράχηλοι καὶ ἀπερίτμητοι καρδίαις καὶ τοῖς ὠσίν, ὑμεῖς ἀεὶ τῷ Πνεύματι τῷ Ἁγίῳ ἀντιπίπτετε, ὡς οἱ πατέρες ὑμῶν, καὶ ὑμεῖς.
  • Acts 7:52 - τίνα τῶν προφητῶν οὐκ ἐδίωξαν οἱ πατέρες ὑμῶν? καὶ ἀπέκτειναν τοὺς προκαταγγείλαντας περὶ τῆς ἐλεύσεως τοῦ Δικαίου, οὗ νῦν ὑμεῖς προδόται καὶ φονεῖς ἐγένεσθε!
  • Acts 7:53 - οἵτινες ἐλάβετε τὸν νόμον εἰς διαταγὰς ἀγγέλων, καὶ οὐκ ἐφυλάξατε.
  • Acts 7:55 - ὑπάρχων δὲ πλήρης Πνεύματος Ἁγίου, ἀτενίσας εἰς τὸν οὐρανὸν, εἶδεν δόξαν Θεοῦ, καὶ Ἰησοῦν ἑστῶτα ἐκ δεξιῶν τοῦ Θεοῦ,
  • Acts 6:10 - καὶ οὐκ ἴσχυον ἀντιστῆναι τῇ σοφίᾳ καὶ τῷ Πνεύματι, ᾧ ἐλάλει.
  • Acts 4:8 - τότε Πέτρος πλησθεὶς Πνεύματος Ἁγίου, εἶπεν πρὸς αὐτούς, ἄρχοντες τοῦ λαοῦ καὶ πρεσβύτεροι,
  • Luke 21:15 - ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντιστῆναι ἢ ἀντειπεῖν, πάντες οἱ ἀντικείμενοι ὑμῖν.
  • Matthew 10:20 - οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν.
逐节对照交叉引用