luk 12:17 UGNT
逐节对照
交叉引用
  • 1 Timothy 6:17 - τοῖς πλουσίοις ἐν τῷ νῦν αἰῶνι, παράγγελλε μὴ ὑψηλοφρονεῖν, μηδὲ ἠλπικέναι ἐπὶ πλούτου ἀδηλότητι, ἀλλ’ ἐπὶ Θεῷ, τῷ παρέχοντι ἡμῖν πάντα πλουσίως εἰς ἀπόλαυσιν;
  • Luke 12:29 - καὶ ὑμεῖς μὴ ζητεῖτε τί φάγητε, καὶ τί πίητε, καὶ μὴ μετεωρίζεσθε;
  • Luke 14:13 - ἀλλ’ ὅταν δοχὴν ποιῇς, κάλει πτωχούς, ἀναπείρους, χωλούς, τυφλούς,
  • Luke 14:14 - καὶ μακάριος ἔσῃ, ὅτι οὐκ ἔχουσιν ἀνταποδοῦναί σοι; ἀνταποδοθήσεται γάρ σοι ἐν τῇ ἀναστάσει τῶν δικαίων.
  • Luke 18:22 - ἀκούσας δὲ, ὁ Ἰησοῦς εἶπεν αὐτῷ, ἔτι ἕν σοι λείπει; πάντα ὅσα ἔχεις, πώλησον καὶ διάδος πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανοῖς; καὶ δεῦρο, ἀκολούθει μοι.
  • Luke 19:17 - καὶ εἶπεν αὐτῷ, εὖ ἀγαθὲ δοῦλε! ὅτι ἐν ἐλαχίστῳ, πιστὸς ἐγένου, ἴσθι ἐξουσίαν ἔχων ἐπάνω δέκα πόλεων.
  • Luke 12:33 - πωλήσατε τὰ ὑπάρχοντα ὑμῶν, καὶ δότε ἐλεημοσύνην; ποιήσατε ἑαυτοῖς βαλλάντια μὴ παλαιούμενα, θησαυρὸν ἀνέκλειπτον ἐν τοῖς οὐρανοῖς, ὅπου κλέπτης οὐκ ἐγγίζει οὐδὲ σὴς διαφθείρει.
  • 2 Corinthians 9:6 - τοῦτο δέ: ὁ σπείρων φειδομένως, φειδομένως καὶ θερίσει; καὶ ὁ σπείρων ἐπ’ εὐλογίαις, ἐπ’ εὐλογίαις καὶ θερίσει.
  • 2 Corinthians 9:7 - ἕκαστος καθὼς προῄρηται τῇ καρδίᾳ, μὴ ἐκ λύπης ἢ ἐξ ἀνάγκης, ἱλαρὸν γὰρ δότην ἀγαπᾷ ὁ Θεός.
  • 2 Corinthians 9:8 - δυνατεῖ δὲ ὁ Θεὸς, πᾶσαν χάριν περισσεῦσαι εἰς ὑμᾶς, ἵνα ἐν παντὶ πάντοτε πᾶσαν αὐτάρκειαν ἔχοντες, περισσεύητε εἰς πᾶν ἔργον ἀγαθόν.
  • 2 Corinthians 9:9 - καθὼς γέγραπται, ἐσκόρπισεν, ἔδωκεν τοῖς πένησιν, ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα.
  • 2 Corinthians 9:10 - ὁ δὲ ἐπιχορηγῶν σπόρον τῷ σπείροντι, καὶ ἄρτον εἰς βρῶσιν, χορηγήσει καὶ πληθυνεῖ τὸν σπόρον ὑμῶν, καὶ αὐξήσει τὰ γενήματα τῆς δικαιοσύνης ὑμῶν;
  • 2 Corinthians 9:11 - ἐν παντὶ πλουτιζόμενοι εἰς πᾶσαν ἁπλότητα, ἥτις κατεργάζεται δι’ ἡμῶν, εὐχαριστίαν τῷ Θεῷ;
  • 2 Corinthians 9:12 - ὅτι ἡ διακονία τῆς λειτουργίας ταύτης, οὐ μόνον ἐστὶν προσαναπληροῦσα τὰ ὑστερήματα τῶν ἁγίων, ἀλλὰ καὶ περισσεύουσα διὰ πολλῶν εὐχαριστιῶν τῷ Θεῷ;
  • 2 Corinthians 9:13 - διὰ τῆς δοκιμῆς τῆς διακονίας ταύτης, δοξάζοντες τὸν Θεὸν ἐπὶ τῇ ὑποταγῇ τῆς ὁμολογίας ὑμῶν εἰς τὸ εὐαγγέλιον τοῦ Χριστοῦ, καὶ ἁπλότητι τῆς κοινωνίας εἰς αὐτοὺς καὶ εἰς πάντας;
  • 2 Corinthians 9:14 - καὶ αὐτῶν δεήσει ὑπὲρ ὑμῶν, ἐπιποθούντων ὑμᾶς, διὰ τὴν ὑπερβάλλουσαν χάριν τοῦ Θεοῦ ἐφ’ ὑμῖν.
  • 2 Corinthians 9:15 - χάρις τῷ Θεῷ ἐπὶ τῇ ἀνεκδιηγήτῳ αὐτοῦ δωρεᾷ!
  • Luke 16:3 - εἶπεν δὲ ἐν ἑαυτῷ ὁ οἰκονόμος, τί ποιήσω, ὅτι ὁ κύριός μου ἀφαιρεῖται τὴν οἰκονομίαν ἀπ’ ἐμοῦ? σκάπτειν οὐκ ἰσχύω; ἐπαιτεῖν αἰσχύνομαι.
  • Matthew 5:42 - τῷ αἰτοῦντί σε, δός; καὶ τὸν θέλοντα ἀπὸ σοῦ δανίσασθαι, μὴ ἀποστραφῇς.
  • Luke 10:25 - καὶ ἰδοὺ, νομικός τις ἀνέστη, ἐκπειράζων αὐτὸν λέγων, Διδάσκαλε, τί ποιήσας, ζωὴν αἰώνιον κληρονομήσω?
  • Luke 12:22 - εἶπεν δὲ πρὸς τοὺς μαθητὰς αὐτοῦ, διὰ τοῦτο λέγω ὑμῖν, μὴ μεριμνᾶτε τῇ ψυχῇ, τί φάγητε μηδὲ τῷ σώματι τί ἐνδύσησθε.
  • Acts 16:30 - καὶ προαγαγὼν αὐτοὺς ἔξω ἔφη, κύριοι, τί με δεῖ ποιεῖν, ἵνα σωθῶ?
  • Luke 11:41 - πλὴν τὰ ἐνόντα δότε ἐλεημοσύνην, καὶ ἰδοὺ, πάντα καθαρὰ ὑμῖν ἐστιν.
  • Luke 16:9 - καὶ ἐγὼ ὑμῖν λέγω, ἑαυτοῖς ποιήσατε φίλους ἐκ τοῦ μαμωνᾶ τῆς ἀδικίας, ἵνα ὅταν ἐκλίπῃ, δέξωνται ὑμᾶς εἰς τὰς αἰωνίους σκηνάς.
  • Acts 2:37 - ἀκούσαντες δὲ κατενύγησαν τὴν καρδίαν, εἶπόν τε πρὸς τὸν Πέτρον καὶ τοὺς λοιποὺς ἀποστόλους, τί ποιήσωμεν, ἄνδρες, ἀδελφοί?
  • Romans 12:13 - ταῖς χρείαις τῶν ἁγίων κοινωνοῦντες, τὴν φιλοξενίαν διώκοντες.
  • 1 John 3:16 - ἐν τούτῳ ἐγνώκαμεν τὴν ἀγάπην, ὅτι ἐκεῖνος ὑπὲρ ἡμῶν τὴν ψυχὴν αὐτοῦ ἔθηκεν; καὶ ἡμεῖς ὀφείλομεν ὑπὲρ τῶν ἀδελφῶν, τὰς ψυχὰς θεῖναι.
  • Luke 3:11 - ἀποκριθεὶς δὲ ἔλεγεν αὐτοῖς, ὁ ἔχων δύο χιτῶνας, μεταδότω τῷ μὴ ἔχοντι; καὶ ὁ ἔχων βρώματα, ὁμοίως ποιείτω.
逐节对照交叉引用