luk 12:2 UGNT
逐节对照
交叉引用
  • Romans 2:16 - ἐν ἡμέρᾳ ὅτε κρίνει ὁ Θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων, κατὰ τὸ εὐαγγέλιόν μου, διὰ Χριστοῦ Ἰησοῦ.
  • Revelation 20:11 - καὶ εἶδον θρόνον μέγαν λευκὸν, καὶ τὸν καθήμενον ἐπ’ αὐτοῦ, οὗ ἀπὸ τοῦ προσώπου ἔφυγεν ἡ γῆ καὶ ὁ οὐρανός, καὶ τόπος οὐχ εὑρέθη αὐτοῖς.
  • Revelation 20:12 - καὶ εἶδον τοὺς νεκρούς, καὶ μεγάλους καὶ τοὺς μικρούς, ἑστῶτας ἐνώπιον τοῦ θρόνου, καὶ βιβλία ἠνοίχθησαν; καὶ ἄλλο βιβλίον ἠνεῴχθη, ὅ ἐστιν τῆς ζωῆς. καὶ ἐκρίθησαν οἱ νεκροὶ ἐκ τῶν γεγραμμένων ἐν τοῖς βιβλίοις κατὰ τὰ ἔργα αὐτῶν.
  • 1 Corinthians 4:5 - ὥστε μὴ πρὸ καιροῦ τι κρίνετε, ἕως ἂν ἔλθῃ ὁ Κύριος, ὃς καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκότους, καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν; καὶ τότε ὁ ἔπαινος γενήσεται ἑκάστῳ ἀπὸ τοῦ Θεοῦ.
  • 2 Corinthians 5:10 - τοὺς γὰρ πάντας ἡμᾶς φανερωθῆναι δεῖ, ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος, πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν εἴτε κακὸν.
  • Matthew 10:26 - μὴ οὖν φοβηθῆτε αὐτούς; οὐδὲν γάρ ἐστιν κεκαλυμμένον ὃ οὐκ ἀποκαλυφθήσεται, καὶ κρυπτὸν ὃ οὐ γνωσθήσεται.
  • Matthew 10:27 - ὃ λέγω ὑμῖν ἐν τῇ σκοτίᾳ, εἴπατε ἐν τῷ φωτί; καὶ ὃ εἰς τὸ οὖς ἀκούετε, κηρύξατε ἐπὶ τῶν δωμάτων.
  • Matthew 10:28 - καὶ μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτεννόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι; φοβεῖσθε δὲ μᾶλλον τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν Γεέννῃ.
  • Matthew 10:29 - οὐχὶ δύο στρουθία ἀσσαρίου πωλεῖται? καὶ ἓν ἐξ αὐτῶν οὐ πεσεῖται ἐπὶ τὴν γῆν, ἄνευ τοῦ Πατρὸς ὑμῶν.
  • Matthew 10:30 - ὑμῶν δὲ καὶ αἱ τρίχες τῆς κεφαλῆς πᾶσαι ἠριθμημέναι εἰσίν.
  • Matthew 10:31 - μὴ οὖν φοβεῖσθε; πολλῶν στρουθίων διαφέρετε ὑμεῖς.
  • Matthew 10:32 - πᾶς οὖν ὅστις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς.
  • Matthew 10:33 - ὅστις δ’ ἂν ἀρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι κἀγὼ αὐτὸν ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς.
  • Mark 4:22 - οὐ γάρ ἐστιν κρυπτὸν, ἐὰν μὴ ἵνα φανερωθῇ; οὐδὲ ἐγένετο ἀπόκρυφον, ἀλλ’ ἵνα ἔλθῃ εἰς φανερόν.
  • Luke 8:17 - οὐ γάρ ἐστιν κρυπτὸν ὃ οὐ φανερὸν γενήσεται; οὐδὲ ἀπόκρυφον ὃ οὐ μὴ γνωσθῇ καὶ εἰς φανερὸν ἔλθῃ.
逐节对照交叉引用