luk 12:52 UGNT
逐节对照
交叉引用
  • John 10:19 - σχίσμα πάλιν ἐγένετο ἐν τοῖς Ἰουδαίοις, διὰ τοὺς λόγους τούτους.
  • John 10:20 - ἔλεγον δὲ πολλοὶ ἐξ αὐτῶν, δαιμόνιον ἔχει, καὶ μαίνεται; τί αὐτοῦ ἀκούετε?
  • John 10:21 - ἄλλοι ἔλεγον, ταῦτα τὰ ῥήματα οὐκ ἔστιν δαιμονιζομένου. μὴ δαιμόνιον δύναται τυφλῶν ὀφθαλμοὺς ἀνοῖξαι?
  • Acts 13:43 - λυθείσης δὲ τῆς συναγωγῆς, ἠκολούθησαν πολλοὶ τῶν Ἰουδαίων καὶ τῶν σεβομένων προσηλύτων τῷ Παύλῳ καὶ τῷ Βαρναβᾷ, οἵτινες προσλαλοῦντες αὐτοῖς, ἔπειθον αὐτοὺς προσμένειν τῇ χάριτι τοῦ Θεοῦ.
  • Acts 13:44 - τῷ δὲ ἐρχομένῳ Σαββάτῳ, σχεδὸν πᾶσα ἡ πόλις συνήχθη ἀκοῦσαι τὸν λόγον τοῦ Κυρίου.
  • Acts 13:45 - ἰδόντες δὲ οἱ Ἰουδαῖοι τοὺς ὄχλους, ἐπλήσθησαν ζήλου καὶ ἀντέλεγον τοῖς ὑπὸ Παύλου λαλουμένοις βλασφημοῦντες.
  • Acts 13:46 - παρρησιασάμενοί τε, ὁ Παῦλος καὶ ὁ Βαρναβᾶς εἶπαν, ὑμῖν ἦν ἀναγκαῖον πρῶτον λαληθῆναι τὸν λόγον τοῦ Θεοῦ; ἐπειδὴ ἀπωθεῖσθε αὐτὸν, καὶ οὐκ ἀξίους κρίνετε ἑαυτοὺς τῆς αἰωνίου ζωῆς, ἰδοὺ, στρεφόμεθα εἰς τὰ ἔθνη.
  • John 7:41 - ἄλλοι ἔλεγον, οὗτός ἐστιν ὁ Χριστός. οἱ δὲ ἔλεγον, μὴ γὰρ ἐκ τῆς Γαλιλαίας ὁ Χριστὸς ἔρχεται?
  • John 7:42 - οὐχ ἡ Γραφὴ εἶπεν, ὅτι ἐκ τοῦ σπέρματος Δαυεὶδ, καὶ ἀπὸ Βηθλέεμ, τῆς κώμης ὅπου ἦν Δαυεὶδ, ἔρχεται ὁ Χριστός?
  • John 7:43 - σχίσμα οὖν ἐγένετο ἐν τῷ ὄχλῳ δι’ αὐτόν.
  • John 16:2 - ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς; ἀλλ’ ἔρχεται ὥρα, ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς, δόξῃ λατρείαν προσφέρειν τῷ Θεῷ.
  • John 15:18 - εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίσηκεν.
  • John 15:19 - εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει; ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλ’ ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος.
  • John 15:20 - μνημονεύετε τοῦ λόγου οὗ ἐγὼ εἶπον ὑμῖν, οὐκ ἔστιν δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ. εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν; εἰ τὸν λόγον μου ἐτήρησαν, καὶ τὸν ὑμέτερον τηρήσουσιν.
  • John 15:21 - ἀλλὰ ταῦτα πάντα ποιήσουσιν εἰς ὑμᾶς διὰ τὸ ὄνομά μου, ὅτι οὐκ οἴδασιν τὸν πέμψαντά με.
  • John 9:16 - ἔλεγον οὖν ἐκ τῶν Φαρισαίων τινές, οὐκ ἔστιν οὗτος παρὰ Θεοῦ ὁ ἄνθρωπος, ὅτι τὸ Σάββατον οὐ τηρεῖ. ἄλλοι ἔλεγον, πῶς δύναται ἄνθρωπος ἁμαρτωλὸς τοιαῦτα σημεῖα ποιεῖν? καὶ σχίσμα ἦν ἐν αὐτοῖς.
  • Acts 28:24 - καὶ οἱ μὲν ἐπείθοντο τοῖς λεγομένοις, οἱ δὲ ἠπίστουν.
  • Acts 14:1 - ἐγένετο δὲ, ἐν Ἰκονίῳ κατὰ τὸ αὐτὸ εἰσελθεῖν αὐτοὺς εἰς τὴν συναγωγὴν τῶν Ἰουδαίων, καὶ λαλῆσαι οὕτως ὥστε πιστεῦσαι Ἰουδαίων τε καὶ Ἑλλήνων πολὺ πλῆθος.
  • Acts 14:2 - οἱ δὲ ἀπειθήσαντες Ἰουδαῖοι ἐπήγειραν καὶ ἐκάκωσαν τὰς ψυχὰς τῶν ἐθνῶν κατὰ τῶν ἀδελφῶν.
  • Acts 14:3 - ἱκανὸν μὲν οὖν χρόνον διέτριψαν, παρρησιαζόμενοι ἐπὶ τῷ Κυρίῳ, τῷ μαρτυροῦντι τῷ λόγῳ τῆς χάριτος αὐτοῦ, διδόντι σημεῖα καὶ τέρατα γίνεσθαι διὰ τῶν χειρῶν αὐτῶν.
  • Acts 14:4 - ἐσχίσθη δὲ τὸ πλῆθος τῆς πόλεως; καὶ οἱ μὲν ἦσαν σὺν τοῖς Ἰουδαίοις, οἱ δὲ σὺν τοῖς ἀποστόλοις.
逐节对照交叉引用