luk 14:16 UGNT
逐节对照
交叉引用
  • Revelation 3:20 - ἰδοὺ, ἕστηκα ἐπὶ τὴν θύραν καὶ κρούω; ἐάν τις ἀκούσῃ τῆς φωνῆς μου καὶ ἀνοίξῃ τὴν θύραν, καὶ εἰσελεύσομαι πρὸς αὐτὸν, καὶ δειπνήσω μετ’ αὐτοῦ, καὶ αὐτὸς μετ’ ἐμοῦ.
  • Revelation 22:17 - καὶ τὸ Πνεῦμα καὶ ἡ νύμφη λέγουσιν, ἔρχου! καὶ ὁ ἀκούων εἰπάτω, ἔρχου! καὶ ὁ διψῶν ἐρχέσθω; ὁ θέλων λαβέτω ὕδωρ ζωῆς δωρεάν.
  • Luke 14:16 - ὁ δὲ εἶπεν αὐτῷ, ἄνθρωπός τις ἐποίει δεῖπνον μέγα, καὶ ἐκάλεσεν πολλούς.
  • Luke 14:17 - καὶ ἀπέστειλεν τὸν δοῦλον αὐτοῦ τῇ ὥρᾳ τοῦ δείπνου εἰπεῖν τοῖς κεκλημένοις, ἔρχεσθε, ὅτι ἤδη ἕτοιμά ἐστιν.
  • Luke 14:18 - καὶ ἤρξαντο ἀπὸ μιᾶς πάντες παραιτεῖσθαι. ὁ πρῶτος εἶπεν αὐτῷ, ἀγρὸν ἠγόρασα καὶ ἔχω ἀνάγκην ἐξελθὼν ἰδεῖν αὐτόν; ἐρωτῶ σε ἔχε με παρῃτημένον.
  • Luke 14:19 - καὶ ἕτερος εἶπεν, ζεύγη βοῶν ἠγόρασα πέντε καὶ πορεύομαι δοκιμάσαι αὐτά; ἐρωτῶ σε ἔχε με παρῃτημένον.
  • Luke 14:20 - καὶ ἕτερος εἶπεν, γυναῖκα ἔγημα καὶ διὰ τοῦτο οὐ δύναμαι ἐλθεῖν.
  • Luke 14:21 - καὶ παραγενόμενος, ὁ δοῦλος ἀπήγγειλεν τῷ κυρίῳ αὐτοῦ ταῦτα. τότε ὀργισθεὶς, ὁ οἰκοδεσπότης εἶπεν τῷ δούλῳ αὐτοῦ, ἔξελθε ταχέως εἰς τὰς πλατείας καὶ ῥύμας τῆς πόλεως, καὶ τοὺς πτωχοὺς, καὶ ἀναπείρους, καὶ τυφλοὺς, καὶ χωλοὺς, εἰσάγαγε ὧδε.
  • Luke 14:22 - καὶ εἶπεν ὁ δοῦλος, Κύριε, γέγονεν ὃ ἐπέταξας, καὶ ἔτι τόπος ἐστίν.
  • Luke 14:23 - καὶ εἶπεν ὁ κύριος πρὸς τὸν δοῦλον, ἔξελθε εἰς τὰς ὁδοὺς καὶ φραγμοὺς, καὶ ἀνάγκασον εἰσελθεῖν, ἵνα γεμισθῇ μου ὁ οἶκος;
  • Luke 14:24 - λέγω γὰρ ὑμῖν, ὅτι οὐδεὶς τῶν ἀνδρῶν ἐκείνων τῶν κεκλημένων, γεύσεταί μου τοῦ δείπνου.
  • Mark 16:15 - Καὶ εἶπεν αὐτοῖς Πορευθέντες εἰς τὸν κόσμον ἅπαντα κηρύξατε τὸ εὐαγγέλιον πάσῃ τῇ κτίσει.
  • Mark 16:16 - Ὁ πιστεύσας καὶ βαπτισθεὶς σωθήσεται; ὁ δὲ ἀπιστήσας κατακριθήσεται.
  • Matthew 22:2 - ὡμοιώθη ἡ Βασιλεία τῶν Οὐρανῶν ἀνθρώπῳ, βασιλεῖ, ὅστις ἐποίησεν γάμους τῷ υἱῷ αὐτοῦ.
  • Matthew 22:3 - καὶ ἀπέστειλεν τοὺς δούλους αὐτοῦ, καλέσαι τοὺς κεκλημένους εἰς τοὺς γάμους, καὶ οὐκ ἤθελον ἐλθεῖν.
  • Matthew 22:4 - πάλιν ἀπέστειλεν ἄλλους δούλους λέγων, εἴπατε τοῖς κεκλημένοις, ἰδοὺ, τὸ ἄριστόν μου ἡτοίμακα, οἱ ταῦροί μου καὶ τὰ σιτιστὰ τεθυμένα, καὶ πάντα ἕτοιμα; δεῦτε εἰς τοὺς γάμους.
  • Matthew 22:5 - οἱ δὲ ἀμελήσαντες ἀπῆλθον, ὃς μὲν εἰς τὸν ἴδιον ἀγρόν, ὃς δὲ ἐπὶ τὴν ἐμπορίαν αὐτοῦ.
  • Matthew 22:6 - οἱ δὲ λοιποὶ κρατήσαντες τοὺς δούλους αὐτοῦ, ὕβρισαν καὶ ἀπέκτειναν.
  • Matthew 22:7 - ὁ δὲ βασιλεὺς ὠργίσθη, καὶ πέμψας τὰ στρατεύματα αὐτοῦ, ἀπώλεσεν τοὺς φονεῖς ἐκείνους, καὶ τὴν πόλιν αὐτῶν ἐνέπρησεν.
  • Matthew 22:8 - τότε λέγει τοῖς δούλοις αὐτοῦ, ὁ μὲν γάμος ἕτοιμός ἐστιν, οἱ δὲ κεκλημένοι οὐκ ἦσαν ἄξιοι;
  • Matthew 22:9 - πορεύεσθε οὖν ἐπὶ τὰς διεξόδους τῶν ὁδῶν, καὶ ὅσους ἐὰν εὕρητε, καλέσατε εἰς τοὺς γάμους.
  • Matthew 22:10 - καὶ ἐξελθόντες, οἱ δοῦλοι ἐκεῖνοι εἰς τὰς ὁδοὺς, συνήγαγον πάντας οὓς εὗρον, πονηρούς τε καὶ ἀγαθούς; καὶ ἐπλήσθη ὁ γάμος ἀνακειμένων.
  • Matthew 22:11 - εἰσελθὼν δὲ ὁ βασιλεὺς θεάσασθαι τοὺς ἀνακειμένους, εἶδεν ἐκεῖ ἄνθρωπον οὐκ ἐνδεδυμένον ἔνδυμα γάμου;
  • Matthew 22:12 - καὶ λέγει αὐτῷ, ἑταῖρε, πῶς εἰσῆλθες ὧδε μὴ ἔχων ἔνδυμα γάμου? ὁ δὲ ἐφιμώθη.
  • Matthew 22:13 - τότε ὁ βασιλεὺς εἶπεν τοῖς διακόνοις, δήσαντες αὐτοῦ πόδας καὶ χεῖρας, ἐκβάλετε αὐτὸν εἰς τὸ σκότος τὸ ἐξώτερον; ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.
  • Matthew 22:14 - πολλοὶ γάρ εἰσιν κλητοὶ, ὀλίγοι δὲ ἐκλεκτοί.
逐节对照交叉引用