luk 15:11 UGNT
逐节对照
交叉引用
  • Matthew 21:23 - καὶ ἐλθόντος αὐτοῦ εἰς τὸ ἱερὸν, προσῆλθον αὐτῷ διδάσκοντι οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ λέγοντες, ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς? καὶ τίς σοι ἔδωκεν τὴν ἐξουσίαν ταύτην?
  • Matthew 21:24 - ἀποκριθεὶς δὲ, ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, ἐρωτήσω ὑμᾶς κἀγὼ λόγον ἕνα, ὃν ἐὰν εἴπητέ μοι, κἀγὼ ὑμῖν ἐρῶ ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.
  • Matthew 21:25 - τὸ βάπτισμα τὸ Ἰωάννου, πόθεν ἦν? ἐξ οὐρανοῦ ἢ ἐξ ἀνθρώπων? οἱ δὲ διελογίζοντο παρ’ ἑαυτοῖς λέγοντες, ἐὰν εἴπωμεν, ἐξ οὐρανοῦ, ἐρεῖ ἡμῖν, διὰ τί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ?
  • Matthew 21:26 - ἐὰν δὲ εἴπωμεν, ἐξ ἀνθρώπων, φοβούμεθα τὸν ὄχλον, πάντες γὰρ ὡς προφήτην ἔχουσιν τὸν Ἰωάννην.
  • Matthew 21:27 - καὶ ἀποκριθέντες τῷ Ἰησοῦ, εἶπον, οὐκ οἴδαμεν. ἔφη αὐτοῖς καὶ αὐτός, οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.
  • Matthew 21:28 - τί δὲ ὑμῖν δοκεῖ? ἄνθρωπος εἶχεν τέκνα δύο; καὶ προσελθὼν τῷ πρώτῳ εἶπεν, τέκνον, ὕπαγε σήμερον, ἐργάζου ἐν τῷ ἀμπελῶνι.
  • Matthew 21:29 - ὁ δὲ ἀποκριθεὶς εἶπεν, οὐ θέλω; ὕστερον δὲ μεταμεληθεὶς, ἀπῆλθεν.
  • Matthew 21:30 - προσελθὼν δὲ τῷ ἑτέρῳ εἶπεν ὡσαύτως. ὁ δὲ ἀποκριθεὶς εἶπεν, ἐγώ, κύριε, καὶ οὐκ ἀπῆλθεν.
  • Matthew 21:31 - τίς ἐκ τῶν δύο ἐποίησεν τὸ θέλημα τοῦ πατρός? λέγουσιν, ὁ πρῶτος. λέγει αὐτοῖς ὁ Ἰησοῦς, ἀμὴν, λέγω ὑμῖν, ὅτι οἱ τελῶναι καὶ αἱ πόρναι προάγουσιν ὑμᾶς εἰς τὴν Βασιλείαν Θεοῦ.
逐节对照交叉引用