luk 16:12 UGNT
逐节对照
交叉引用
  • Colossians 3:3 - ἀπεθάνετε γάρ, καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ.
  • Colossians 3:4 - ὅταν ὁ Χριστὸς φανερωθῇ, ἡ ζωὴ ὑμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ.
  • Luke 10:42 - ἑνός δέ ἐστιν χρεία; Μαριὰμ γὰρ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ’ αὐτῆς.
  • 1 Peter 1:4 - εἰς κληρονομίαν ἄφθαρτον, καὶ ἀμίαντον, καὶ ἀμάραντον, τετηρημένην ἐν οὐρανοῖς εἰς ὑμᾶς,
  • 1 Peter 1:5 - τοὺς ἐν δυνάμει Θεοῦ φρουρουμένους διὰ πίστεως, εἰς σωτηρίαν ἑτοίμην ἀποκαλυφθῆναι ἐν καιρῷ ἐσχάτῳ.
  • Matthew 25:14 - ὥσπερ γὰρ ἄνθρωπος ἀποδημῶν, ἐκάλεσεν τοὺς ἰδίους δούλους, καὶ παρέδωκεν αὐτοῖς τὰ ὑπάρχοντα αὐτοῦ.
  • Matthew 25:15 - καὶ ᾧ μὲν ἔδωκεν πέντε τάλαντα, ᾧ δὲ δύο, ᾧ δὲ ἕν, ἑκάστῳ κατὰ τὴν ἰδίαν δύναμιν, καὶ ἀπεδήμησεν εὐθέως.
  • Matthew 25:16 - πορευθεὶς, ὁ τὰ πέντε τάλαντα λαβὼν, ἠργάσατο ἐν αὐτοῖς καὶ ἐκέρδησεν ἄλλα πέντε τάλαντα.
  • Matthew 25:17 - ὡσαύτως καὶ ὁ τὰ δύο, ἐκέρδησεν ἄλλα δύο.
  • Matthew 25:18 - ὁ δὲ τὸ ἓν λαβὼν, ἀπελθὼν ὤρυξεν γῆν καὶ ἔκρυψεν τὸ ἀργύριον τοῦ κυρίου αὐτοῦ.
  • Matthew 25:19 - μετὰ δὲ πολὺν χρόνον, ἔρχεται ὁ κύριος τῶν δούλων ἐκείνων, καὶ συναίρει λόγον μετ’ αὐτῶν.
  • Matthew 25:20 - καὶ προσελθὼν ὁ, τὰ πέντε τάλαντα λαβὼν, προσήνεγκεν ἄλλα πέντε τάλαντα λέγων, Κύριε, πέντε τάλαντά μοι παρέδωκας, ἴδε, ἄλλα πέντε τάλαντα ἐκέρδησα.
  • Matthew 25:21 - ἔφη αὐτῷ ὁ κύριος αὐτοῦ, εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ! ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω; εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου.
  • Matthew 25:22 - προσελθὼν καὶ ὁ τὰ δύο τάλαντα εἶπεν, Κύριε, δύο τάλαντά μοι παρέδωκας. ἴδε, ἄλλα δύο τάλαντα ἐκέρδησα.
  • Matthew 25:23 - ἔφη αὐτῷ ὁ κύριος αὐτοῦ, εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ! ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω; εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου.
  • Matthew 25:24 - προσελθὼν δὲ καὶ ὁ τὸ ἓν τάλαντον εἰληφὼς εἶπεν, Κύριε, ἔγνων σε, ὅτι σκληρὸς εἶ ἄνθρωπος, θερίζων ὅπου οὐκ ἔσπειρας, καὶ συνάγων ὅθεν οὐ διεσκόρπισας.
  • Matthew 25:25 - καὶ φοβηθεὶς ἀπελθὼν, ἔκρυψα τὸ τάλαντόν σου ἐν τῇ γῇ. ἴδε, ἔχεις τὸ σόν.
  • Matthew 25:26 - ἀποκριθεὶς δὲ ὁ κύριος αὐτοῦ εἶπεν αὐτῷ, πονηρὲ δοῦλε καὶ ὀκνηρέ! ᾔδεις ὅτι θερίζω ὅπου οὐκ ἔσπειρα, καὶ συνάγω ὅθεν οὐ διεσκόρπισα?
  • Matthew 25:27 - ἔδει σε οὖν βαλεῖν τὰ ἀργύριά μου τοῖς τραπεζείταις, καὶ ἐλθὼν, ἐγὼ ἐκομισάμην ἂν τὸ ἐμὸν σὺν τόκῳ.
  • Matthew 25:28 - ἄρατε οὖν ἀπ’ αὐτοῦ τὸ τάλαντον, καὶ δότε τῷ ἔχοντι τὰ δέκα τάλαντα.
  • Matthew 25:29 - τῷ γὰρ ἔχοντι παντὶ δοθήσεται καὶ περισσευθήσεται, τοῦ δὲ μὴ ἔχοντος, καὶ ὃ ἔχει ἀρθήσεται ἀπ’ αὐτοῦ.
  • Luke 19:13 - καλέσας δὲ δέκα δούλους ἑαυτοῦ, ἔδωκεν αὐτοῖς δέκα μνᾶς, καὶ εἶπεν πρὸς αὐτούς, πραγματεύσασθαι ἐν ᾧ ἔρχομαι.
  • Luke 19:14 - οἱ δὲ πολῖται αὐτοῦ ἐμίσουν αὐτόν, καὶ ἀπέστειλαν πρεσβείαν ὀπίσω αὐτοῦ λέγοντες, οὐ θέλομεν τοῦτον βασιλεῦσαι ἐφ’ ἡμᾶς.
  • Luke 19:15 - καὶ ἐγένετο ἐν τῷ ἐπανελθεῖν αὐτὸν, λαβόντα τὴν βασιλείαν, καὶ εἶπεν φωνηθῆναι αὐτῷ τοὺς δούλους τούτους οἷς δεδώκει τὸ ἀργύριον, ἵνα γνοῖ τί διεπραγματεύσαντο.
  • Luke 19:16 - παρεγένετο δὲ ὁ πρῶτος λέγων, Κύριε, ἡ μνᾶ σου, δέκα προσηργάσατο μνᾶς.
  • Luke 19:17 - καὶ εἶπεν αὐτῷ, εὖ ἀγαθὲ δοῦλε! ὅτι ἐν ἐλαχίστῳ, πιστὸς ἐγένου, ἴσθι ἐξουσίαν ἔχων ἐπάνω δέκα πόλεων.
  • Luke 19:18 - καὶ ἦλθεν ὁ δεύτερος λέγων, ἡ μνᾶ σου, Κύριε, ἐποίησεν πέντε μνᾶς.
  • Luke 19:19 - εἶπεν δὲ καὶ τούτῳ, καὶ σὺ ἐπάνω γίνου πέντε πόλεων.
  • Luke 19:20 - καὶ ὁ ἕτερος ἦλθεν λέγων, Κύριε, ἰδοὺ, ἡ μνᾶ σου, ἣν εἶχον ἀποκειμένην ἐν σουδαρίῳ.
  • Luke 19:21 - ἐφοβούμην γάρ σε, ὅτι ἄνθρωπος αὐστηρὸς εἶ; αἴρεις ὃ οὐκ ἔθηκας, καὶ θερίζεις ὃ οὐκ ἔσπειρας.
  • Luke 19:22 - λέγει αὐτῷ, ἐκ τοῦ στόματός σου κρίνω σε, πονηρὲ δοῦλε; ᾔδεις ὅτι ἐγὼ ἄνθρωπος αὐστηρός εἰμι, αἴρων ὃ οὐκ ἔθηκα, καὶ θερίζων ὃ οὐκ ἔσπειρα?
  • Luke 19:23 - καὶ διὰ τί οὐκ ἔδωκάς μου τὸ ἀργύριον ἐπὶ τράπεζαν, κἀγὼ ἐλθὼν, σὺν τόκῳ ἂν αὐτὸ ἔπραξα?
  • Luke 19:24 - καὶ τοῖς παρεστῶσιν εἶπεν, ἄρατε ἀπ’ αὐτοῦ τὴν μνᾶν, καὶ δότε τῷ, τὰς δέκα μνᾶς ἔχοντι.
  • Luke 19:25 - καὶ εἶπαν αὐτῷ, Κύριε, ἔχει δέκα μνᾶς.
  • Luke 19:26 - λέγω ὑμῖν, ὅτι παντὶ τῷ ἔχοντι, δοθήσεται; ἀπὸ δὲ τοῦ μὴ ἔχοντος, καὶ ὃ ἔχει ἀρθήσεται.
逐节对照交叉引用