luk 16:20 UGNT
逐节对照
交叉引用
  • Luke 18:35 - ἐγένετο δὲ ἐν τῷ ἐγγίζειν αὐτὸν εἰς Ἰερειχὼ, τυφλός τις ἐκάθητο παρὰ τὴν ὁδὸν ἐπαιτῶν.
  • Luke 18:36 - ἀκούσας δὲ ὄχλου διαπορευομένου, ἐπυνθάνετο τί εἴη τοῦτο.
  • Luke 18:37 - ἀπήγγειλαν δὲ αὐτῷ, ὅτι Ἰησοῦς ὁ Ναζωραῖος παρέρχεται.
  • Luke 18:38 - καὶ ἐβόησεν λέγων, Ἰησοῦ, Υἱὲ Δαυείδ, ἐλέησόν με.
  • Luke 18:39 - καὶ οἱ προάγοντες ἐπετίμων αὐτῷ, ἵνα σιγήσῃ. αὐτὸς δὲ πολλῷ μᾶλλον ἔκραζεν, Υἱὲ Δαυείδ, ἐλέησόν με.
  • Luke 18:40 - σταθεὶς δὲ, ὁ Ἰησοῦς ἐκέλευσεν αὐτὸν ἀχθῆναι πρὸς αὐτόν. ἐγγίσαντος δὲ αὐτοῦ, ἐπηρώτησεν αὐτόν,
  • Luke 18:41 - τί σοι θέλεις ποιήσω? ὁ δὲ εἶπεν, Κύριε, ἵνα ἀναβλέψω.
  • Luke 18:42 - καὶ ὁ Ἰησοῦς εἶπεν αὐτῷ, ἀνάβλεψον; ἡ πίστις σου σέσωκέν σε.
  • Luke 18:43 - καὶ παραχρῆμα ἀνέβλεψεν, καὶ ἠκολούθει αὐτῷ, δοξάζων τὸν Θεόν. καὶ πᾶς ὁ λαὸς ἰδὼν, ἔδωκεν αἶνον τῷ Θεῷ.
  • John 11:1 - ἦν δέ τις ἀσθενῶν Λάζαρος ἀπὸ Βηθανίας ἐκ τῆς κώμης Μαρίας, καὶ Μάρθας τῆς ἀδελφῆς αὐτῆς.
  • Luke 16:21 - καὶ ἐπιθυμῶν χορτασθῆναι ἀπὸ τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τοῦ πλουσίου; ἀλλὰ καὶ οἱ κύνες ἐρχόμενοι ἐπέλειχον τὰ ἕλκη αὐτοῦ.
  • James 1:9 - καυχάσθω δὲ ὁ ἀδελφὸς ὁ ταπεινὸς, ἐν τῷ ὕψει αὐτοῦ;
  • James 2:5 - ἀκούσατε, ἀδελφοί μου ἀγαπητοί: οὐχ ὁ Θεὸς ἐξελέξατο τοὺς πτωχοὺς τῷ κόσμῳ, πλουσίους ἐν πίστει, καὶ κληρονόμους τῆς βασιλείας ἧς ἐπηγγείλατο τοῖς ἀγαπῶσιν αὐτόν?
  • Acts 3:2 - καί τις ἀνὴρ, χωλὸς ἐκ κοιλίας μητρὸς αὐτοῦ ὑπάρχων, ἐβαστάζετο, ὃν ἐτίθουν καθ’ ἡμέραν πρὸς τὴν θύραν τοῦ ἱεροῦ, τὴν λεγομένην Ὡραίαν, τοῦ αἰτεῖν ἐλεημοσύνην παρὰ τῶν εἰσπορευομένων εἰς τὸ ἱερόν;
逐节对照交叉引用