luk 17:16 UGNT
逐节对照
交叉引用
  • John 8:48 - ἀπεκρίθησαν οἱ Ἰουδαῖοι καὶ εἶπαν αὐτῷ, οὐ καλῶς λέγομεν ἡμεῖς ὅτι Σαμαρείτης εἶ σὺ, καὶ δαιμόνιον ἔχεις?
  • Acts 10:25 - ὡς δὲ ἐγένετο τοῦ εἰσελθεῖν τὸν Πέτρον, συναντήσας αὐτῷ ὁ Κορνήλιος, πεσὼν ἐπὶ τοὺς πόδας, προσεκύνησεν.
  • Acts 10:26 - ὁ δὲ Πέτρος ἤγειρεν αὐτὸν λέγων, ἀνάστηθι, καὶ ἐγὼ αὐτὸς ἄνθρωπός εἰμι.
  • Luke 5:8 - ἰδὼν δὲ, Σίμων Πέτρος προσέπεσεν τοῖς γόνασιν Ἰησοῦ λέγων, ἔξελθε ἀπ’ ἐμοῦ, ὅτι ἀνὴρ ἁμαρτωλός εἰμι, Κύριε.
  • Mark 5:33 - ἡ δὲ γυνὴ, φοβηθεῖσα καὶ τρέμουσα, εἰδυῖα ὃ γέγονεν αὐτῇ, ἦλθεν καὶ προσέπεσεν αὐτῷ, καὶ εἶπεν αὐτῷ πᾶσαν τὴν ἀλήθειαν.
  • Matthew 2:11 - καὶ ἐλθόντες εἰς τὴν οἰκίαν, εἶδον τὸ παιδίον μετὰ Μαρίας τῆς μητρὸς αὐτοῦ, καὶ πεσόντες προσεκύνησαν αὐτῷ, καὶ ἀνοίξαντες τοὺς θησαυροὺς αὐτῶν, προσήνεγκαν αὐτῷ δῶρα: χρυσὸν, καὶ λίβανον, καὶ σμύρναν.
  • John 4:21 - λέγει αὐτῇ ὁ Ἰησοῦς, πίστευέ μοι, γύναι, ὅτι ἔρχεται ὥρα, ὅτε οὔτε ἐν τῷ ὄρει τούτῳ, οὔτε ἐν Ἱεροσολύμοις, προσκυνήσετε τῷ Πατρί.
  • John 4:22 - ὑμεῖς προσκυνεῖτε ὃ οὐκ οἴδατε, ἡμεῖς προσκυνοῦμεν ὃ οἴδαμεν, ὅτι ἡ σωτηρία ἐκ τῶν Ἰουδαίων ἐστίν.
  • John 5:23 - ἵνα πάντες τιμῶσι τὸν Υἱὸν, καθὼς τιμῶσι τὸν Πατέρα. ὁ μὴ τιμῶν τὸν Υἱὸν, οὐ τιμᾷ τὸν Πατέρα, τὸν πέμψαντα αὐτόν.
  • Acts 1:8 - ἀλλὰ λήμψεσθε δύναμιν, ἐπελθόντος τοῦ Ἁγίου Πνεύματος ἐφ’ ὑμᾶς, καὶ ἔσεσθέ μου μάρτυρες, ἔν τε Ἰερουσαλὴμ, καὶ ἐν πάσῃ τῇ Ἰουδαίᾳ, καὶ Σαμαρείᾳ, καὶ ἕως ἐσχάτου τῆς γῆς.
  • John 4:39 - ἐκ δὲ τῆς πόλεως ἐκείνης, πολλοὶ ἐπίστευσαν εἰς αὐτὸν τῶν Σαμαρειτῶν, διὰ τὸν λόγον τῆς γυναικὸς μαρτυρούσης, ὅτι εἶπέν μοι πάντα ἃ ἐποίησα.
  • John 4:40 - ὡς οὖν ἦλθον πρὸς αὐτὸν οἱ Σαμαρεῖται, ἠρώτων αὐτὸν μεῖναι παρ’ αὐτοῖς, καὶ ἔμεινεν ἐκεῖ δύο ἡμέρας.
  • John 4:41 - καὶ πολλῷ πλείους ἐπίστευσαν, διὰ τὸν λόγον αὐτοῦ;
  • John 4:42 - τῇ τε γυναικὶ ἔλεγον, ὅτι οὐκέτι διὰ τὴν σὴν λαλιὰν πιστεύομεν; αὐτοὶ γὰρ ἀκηκόαμεν καὶ οἴδαμεν, ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ Σωτὴρ τοῦ κόσμου.
  • Revelation 19:4 - καὶ ἔπεσαν οἱ πρεσβύτεροι οἱ εἴκοσι τέσσαρες, καὶ τὰ τέσσερα ζῷα, καὶ προσεκύνησαν τῷ Θεῷ, τῷ καθημένῳ ἐπὶ τῷ θρόνῳ λέγοντες, ἀμήν! ἁλληλουϊά!
  • Revelation 19:5 - καὶ φωνὴ ἀπὸ τοῦ θρόνου ἐξῆλθεν λέγουσα, αἰνεῖτε τῷ Θεῷ ἡμῶν, πάντες οἱ δοῦλοι αὐτοῦ, καὶ οἱ φοβούμενοι αὐτόν, οἱ μικροὶ καὶ οἱ μεγάλοι!
  • Luke 10:32 - ὁμοίως δὲ καὶ Λευείτης κατὰ τὸν τόπον, ἐλθὼν καὶ ἰδὼν ἀντιπαρῆλθεν.
  • Luke 10:33 - Σαμαρείτης δέ τις ὁδεύων ἦλθεν κατ’ αὐτὸν, καὶ ἰδὼν ἐσπλαγχνίσθη
  • Luke 10:34 - καὶ προσελθὼν, κατέδησεν τὰ τραύματα αὐτοῦ, ἐπιχέων ἔλαιον καὶ οἶνον; ἐπιβιβάσας δὲ αὐτὸν ἐπὶ τὸ ἴδιον κτῆνος, ἤγαγεν αὐτὸν εἰς πανδοχεῖον καὶ ἐπεμελήθη αὐτοῦ.
  • Luke 10:35 - καὶ ἐπὶ τὴν αὔριον ἐκβαλὼν, ἔδωκεν δύο δηνάρια τῷ πανδοχεῖ, καὶ εἶπεν, ἐπιμελήθητι αὐτοῦ, καὶ ὅ τι ἂν προσδαπανήσῃς, ἐγὼ ἐν τῷ ἐπανέρχεσθαί με ἀποδώσω σοι.
  • Revelation 5:14 - καὶ τὰ τέσσαρα ζῷα ἔλεγον, ἀμήν! καὶ οἱ πρεσβύτεροι ἔπεσαν καὶ προσεκύνησαν.
  • Luke 9:52 - καὶ ἀπέστειλεν ἀγγέλους πρὸ προσώπου αὐτοῦ. καὶ πορευθέντες, εἰσῆλθον εἰς κώμην Σαμαρειτῶν, ὡς ἑτοιμάσαι αὐτῷ.
  • Luke 9:53 - καὶ οὐκ ἐδέξαντο αὐτόν, ὅτι τὸ πρόσωπον αὐτοῦ ἦν πορευόμενον εἰς Ἰερουσαλήμ.
  • Luke 9:54 - ἰδόντες δὲ, οἱ μαθηταὶ Ἰάκωβος καὶ Ἰωάννης εἶπαν, Κύριε, θέλεις εἴπωμεν πῦρ καταβῆναι ἀπὸ τοῦ οὐρανοῦ καὶ ἀναλῶσαι αὐτούς?
  • Luke 9:55 - στραφεὶς δὲ, ἐπετίμησεν αὐτοῖς.
  • Luke 9:56 - καὶ ἐπορεύθησαν εἰς ἑτέραν κώμην.
  • Revelation 4:10 - πεσοῦνται οἱ εἴκοσι τέσσαρες πρεσβύτεροι ἐνώπιον τοῦ καθημένου ἐπὶ τοῦ θρόνου, καὶ προσκυνήσουσιν τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, καὶ βαλοῦσιν τοὺς στεφάνους αὐτῶν ἐνώπιον τοῦ θρόνου λέγοντες,
  • John 4:9 - λέγει οὖν αὐτῷ ἡ γυνὴ ἡ Σαμαρεῖτις, πῶς σὺ Ἰουδαῖος ὢν, παρ’ ἐμοῦ πεῖν αἰτεῖς γυναικὸς Σαμαρείτιδος οὔσης? οὐ γὰρ συνχρῶνται Ἰουδαῖοι Σαμαρείταις.
  • Revelation 19:10 - καὶ ἔπεσα ἔμπροσθεν τῶν ποδῶν αὐτοῦ προσκυνῆσαι αὐτῷ. καὶ λέγει μοι, ὅρα μή; σύνδουλός σού εἰμι, καὶ τῶν ἀδελφῶν σου τῶν ἐχόντων τὴν μαρτυρίαν Ἰησοῦ; τῷ Θεῷ προσκύνησον. ἡ γὰρ μαρτυρία Ἰησοῦ ἐστιν τὸ πνεῦμα τῆς προφητείας.
  • Acts 8:5 - Φίλιππος δὲ κατελθὼν εἰς τὴν πόλιν τῆς Σαμαρείας, ἐκήρυσσεν αὐτοῖς τὸν Χριστόν.
  • Acts 8:6 - προσεῖχον δὲ οἱ ὄχλοι τοῖς λεγομένοις ὑπὸ τοῦ Φιλίππου ὁμοθυμαδὸν, ἐν τῷ ἀκούειν αὐτοὺς καὶ βλέπειν τὰ σημεῖα ἃ ἐποίει.
  • Acts 8:7 - πολλοὶ γὰρ τῶν ἐχόντων πνεύματα ἀκάθαρτα, βοῶντα φωνῇ μεγάλῃ, ἐξήρχοντο; πολλοὶ δὲ παραλελυμένοι καὶ χωλοὶ ἐθεραπεύθησαν.
  • Acts 8:8 - ἐγένετο δὲ πολλὴ χαρὰ ἐν τῇ πόλει ἐκείνῃ.
  • Acts 8:9 - ἀνὴρ δέ τις ὀνόματι Σίμων, προϋπῆρχεν ἐν τῇ πόλει μαγεύων, καὶ ἐξιστάνων τὸ ἔθνος τῆς Σαμαρείας, λέγων εἶναί τινα ἑαυτὸν μέγαν.
  • Acts 8:10 - ᾧ προσεῖχον πάντες ἀπὸ μικροῦ ἕως μεγάλου λέγοντες, οὗτός ἐστιν ἡ Δύναμις τοῦ Θεοῦ, ἡ καλουμένη Μεγάλη.
  • Acts 8:11 - προσεῖχον δὲ αὐτῷ, διὰ τὸ ἱκανῷ χρόνῳ ταῖς μαγίαις ἐξεστακέναι αὐτούς.
  • Acts 8:12 - ὅτε δὲ ἐπίστευσαν τῷ Φιλίππῳ, εὐαγγελιζομένῳ περὶ τῆς Βασιλείας τοῦ Θεοῦ καὶ τοῦ ὀνόματος Ἰησοῦ Χριστοῦ ἐβαπτίζοντο ἄνδρες τε καὶ γυναῖκες.
  • Acts 8:13 - ὁ δὲ Σίμων καὶ αὐτὸς ἐπίστευσεν, καὶ βαπτισθεὶς, ἦν προσκαρτερῶν τῷ Φιλίππῳ; θεωρῶν τε σημεῖα καὶ δυνάμεις μεγάλας γινομένας, ἐξίστατο.
  • Acts 8:14 - ἀκούσαντες δὲ οἱ ἐν Ἱεροσολύμοις ἀπόστολοι, ὅτι δέδεκται ἡ Σαμάρεια τὸν λόγον τοῦ Θεοῦ, ἀπέστειλαν πρὸς αὐτοὺς Πέτρον καὶ Ἰωάννην,
  • Acts 8:15 - οἵτινες καταβάντες, προσηύξαντο περὶ αὐτῶν, ὅπως λάβωσιν Πνεῦμα Ἅγιον.
  • Acts 8:16 - οὐδέπω γὰρ ἦν ἐπ’ οὐδενὶ αὐτῶν ἐπιπεπτωκός, μόνον δὲ βεβαπτισμένοι ὑπῆρχον εἰς τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ.
  • Acts 8:17 - τότε ἐπετίθεσαν τὰς χεῖρας ἐπ’ αὐτούς, καὶ ἐλάμβανον Πνεῦμα Ἅγιον.
  • Acts 8:18 - ἰδὼν δὲ ὁ Σίμων, ὅτι διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν τῶν ἀποστόλων δίδοται τὸ Πνεῦμα, προσήνεγκεν αὐτοῖς χρήματα
  • Acts 8:19 - λέγων, δότε κἀμοὶ τὴν ἐξουσίαν ταύτην, ἵνα ᾧ ἐὰν ἐπιθῶ τὰς χεῖρας, λαμβάνῃ Πνεῦμα Ἅγιον.
  • Acts 8:20 - Πέτρος δὲ εἶπεν πρὸς αὐτόν, τὸ ἀργύριόν σου, σὺν σοὶ εἴη εἰς ἀπώλειαν, ὅτι τὴν δωρεὰν τοῦ Θεοῦ, ἐνόμισας διὰ χρημάτων κτᾶσθαι.
  • Acts 8:21 - οὐκ ἔστιν σοι μερὶς οὐδὲ κλῆρος ἐν τῷ λόγῳ τούτῳ; ἡ γὰρ καρδία σου οὐκ ἔστιν εὐθεῖα ἔναντι τοῦ Θεοῦ.
  • Acts 8:22 - μετανόησον οὖν ἀπὸ τῆς κακίας σου ταύτης, καὶ δεήθητι τοῦ Κυρίου, εἰ ἄρα ἀφεθήσεταί σοι ἡ ἐπίνοια τῆς καρδίας σου;
  • Acts 8:23 - εἰς γὰρ χολὴν πικρίας καὶ σύνδεσμον ἀδικίας, ὁρῶ σε ὄντα.
  • Acts 8:24 - ἀποκριθεὶς δὲ ὁ Σίμων εἶπεν, δεήθητε ὑμεῖς ὑπὲρ ἐμοῦ πρὸς τὸν Κύριον, ὅπως μηδὲν ἐπέλθῃ ἐπ’ ἐμὲ ὧν εἰρήκατε.
  • Acts 8:25 - οἱ μὲν οὖν, διαμαρτυράμενοι καὶ λαλήσαντες τὸν λόγον τοῦ Κυρίου, ὑπέστρεφον εἰς Ἱεροσόλυμα, πολλάς τε κώμας τῶν Σαμαρειτῶν εὐηγγελίζοντο.
  • Matthew 10:5 - τούτους τοὺς δώδεκα ἀπέστειλεν ὁ Ἰησοῦς παραγγείλας αὐτοῖς λέγων, εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε;
逐节对照交叉引用