luk 17:32 UGNT
逐节对照
交叉引用
  • 2 Peter 2:18 - ὑπέρογκα γὰρ ματαιότητος φθεγγόμενοι, δελεάζουσιν ἐν ἐπιθυμίαις σαρκὸς ἀσελγείαις, τοὺς ὀλίγως ἀποφεύγοντας τοὺς ἐν πλάνῃ ἀναστρεφομένους,
  • 2 Peter 2:19 - ἐλευθερίαν αὐτοῖς ἐπαγγελλόμενοι, αὐτοὶ δοῦλοι ὑπάρχοντες τῆς φθορᾶς; ᾧ γάρ τις ἥττηται, τούτῳ δεδούλωται.
  • 2 Peter 2:20 - εἰ γὰρ ἀποφυγόντες τὰ μιάσματα τοῦ κόσμου, ἐν ἐπιγνώσει τοῦ Κυρίου ἡμῶν καὶ Σωτῆρος, Ἰησοῦ Χριστοῦ, τούτοις δὲ πάλιν ἐμπλακέντες ἡττῶνται, γέγονεν αὐτοῖς τὰ ἔσχατα χείρονα τῶν πρώτων.
  • 2 Peter 2:21 - κρεῖττον γὰρ ἦν αὐτοῖς, μὴ ἐπεγνωκέναι τὴν ὁδὸν τῆς δικαιοσύνης, ἢ ἐπιγνοῦσιν, ὑποστρέψαι ἐκ τῆς παραδοθείσης αὐτοῖς ἁγίας ἐντολῆς.
  • 2 Peter 2:22 - συμβέβηκεν αὐτοῖς τὸ τῆς ἀληθοῦς παροιμίας, κύων ἐπιστρέψας ἐπὶ τὸ ἴδιον ἐξέραμα, καί, ὗς λουσαμένη, εἰς κυλισμὸν βορβόρου.
  • 1 Corinthians 10:6 - ταῦτα δὲ τύποι ἡμῶν ἐγενήθησαν, εἰς τὸ μὴ εἶναι ἡμᾶς ἐπιθυμητὰς κακῶν, καθὼς κἀκεῖνοι ἐπεθύμησαν.
  • 1 Corinthians 10:7 - μηδὲ εἰδωλολάτραι γίνεσθε, καθώς τινες αὐτῶν; ὥσπερ γέγραπται, ἐκάθισεν ὁ λαὸς φαγεῖν καὶ πεῖν, καὶ ἀνέστησαν παίζειν.
  • 1 Corinthians 10:8 - μηδὲ πορνεύωμεν, καθώς τινες αὐτῶν ἐπόρνευσαν, καὶ ἔπεσαν μιᾷ ἡμέρᾳ εἴκοσι τρεῖς χιλιάδες.
  • 1 Corinthians 10:9 - μηδὲ ἐκπειράζωμεν τὸν Κύριον, καθώς τινες αὐτῶν ἐπείρασαν, καὶ ὑπὸ τῶν ὄφεων ἀπώλλυντο.
  • 1 Corinthians 10:10 - μηδὲ γογγύζετε, καθάπερ τινὲς αὐτῶν ἐγόγγυσαν, καὶ ἀπώλοντο ὑπὸ τοῦ ὀλοθρευτοῦ.
  • 1 Corinthians 10:11 - ταῦτα δὲ τυπικῶς συνέβαινεν ἐκείνοις, ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντηκεν.
  • 1 Corinthians 10:12 - ὥστε ὁ δοκῶν ἑστάναι, βλεπέτω μὴ πέσῃ.
  • Hebrews 10:38 - ὁ δὲ δίκαιός μου ἐκ πίστεως ζήσεται; καὶ ἐὰν ὑποστείληται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ.
  • Hebrews 10:39 - ἡμεῖς δὲ οὐκ ἐσμὲν ὑποστολῆς εἰς ἀπώλειαν, ἀλλὰ πίστεως εἰς περιποίησιν ψυχῆς.
逐节对照交叉引用