luk 18:27 UGNT
逐节对照
交叉引用
  • Ephesians 2:4 - ὁ δὲ Θεὸς πλούσιος ὢν ἐν ἐλέει, διὰ τὴν πολλὴν ἀγάπην αὐτοῦ, ἣν ἠγάπησεν ἡμᾶς,
  • Ephesians 2:5 - καὶ ὄντας ἡμᾶς νεκροὺς τοῖς παραπτώμασιν, συνεζωοποίησεν ἐν Χριστῷ (χάριτί ἐστε σεσῳσμένοι),
  • Ephesians 2:6 - καὶ συνήγειρεν καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ Ἰησοῦ,
  • Ephesians 2:7 - ἵνα ἐνδείξηται ἐν τοῖς αἰῶσιν, τοῖς ἐπερχομένοις τὸ ὑπερβάλλον πλοῦτος τῆς χάριτος αὐτοῦ, ἐν χρηστότητι ἐφ’ ἡμᾶς ἐν Χριστῷ Ἰησοῦ.
  • Ephesians 2:8 - τῇ γὰρ χάριτί ἐστε σεσῳσμένοι διὰ πίστεως, καὶ τοῦτο οὐκ ἐξ ὑμῶν, Θεοῦ τὸ δῶρον;
  • Ephesians 2:9 - οὐκ ἐξ ἔργων, ἵνα μή τις καυχήσηται.
  • Ephesians 2:10 - αὐτοῦ γάρ ἐσμεν ποίημα, κτισθέντες ἐν Χριστῷ Ἰησοῦ ἐπὶ ἔργοις ἀγαθοῖς, οἷς προητοίμασεν ὁ Θεὸς, ἵνα ἐν αὐτοῖς περιπατήσωμεν.
  • Ephesians 1:19 - καὶ τί τὸ ὑπερβάλλον μέγεθος τῆς δυνάμεως αὐτοῦ εἰς ἡμᾶς, τοὺς πιστεύοντας κατὰ τὴν ἐνέργειαν τοῦ κράτους τῆς ἰσχύος αὐτοῦ,
  • Ephesians 1:20 - ἣν ἐνήργηκεν ἐν τῷ Χριστῷ, ἐγείρας αὐτὸν ἐκ νεκρῶν, καὶ καθίσας ἐν δεξιᾷ αὐτοῦ, ἐν τοῖς ἐπουρανίοις,
  • Luke 1:37 - ὅτι οὐκ ἀδυνατήσει παρὰ τοῦ Θεοῦ πᾶν ῥῆμα.
  • Matthew 19:26 - ἐμβλέψας δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, παρὰ ἀνθρώποις τοῦτο ἀδύνατόν ἐστιν, παρὰ δὲ Θεῷ πάντα δυνατά.
逐节对照交叉引用