luk 18:32 UGNT
逐节对照
交叉引用
  • John 18:28 - ἄγουσιν οὖν τὸν Ἰησοῦν ἀπὸ τοῦ Καϊάφα εἰς τὸ πραιτώριον; ἦν δὲ πρωΐ. καὶ αὐτοὶ οὐκ εἰσῆλθον εἰς τὸ πραιτώριον, ἵνα μὴ μιανθῶσιν, ἀλλὰ φάγωσιν τὸ Πάσχα.
  • John 18:35 - ἀπεκρίθη ὁ Πειλᾶτος, μήτι ἐγὼ Ἰουδαῖός εἰμι? τὸ ἔθνος τὸ σὸν καὶ οἱ ἀρχιερεῖς παρέδωκάν σε ἐμοί. τί ἐποίησας?
  • Mark 15:1 - καὶ εὐθὺς πρωῒ, συμβούλιον ποιήσαντες οἱ ἀρχιερεῖς, μετὰ τῶν πρεσβυτέρων καὶ γραμματέων, καὶ ὅλον τὸ Συνέδριον, δήσαντες τὸν Ἰησοῦν, ἀπήνεγκαν καὶ παρέδωκαν Πειλάτῳ.
  • Mark 15:17 - καὶ ἐνδιδύσκουσιν αὐτὸν πορφύραν, καὶ περιτιθέασιν αὐτῷ πλέξαντες ἀκάνθινον στέφανον;
  • Mark 15:18 - καὶ ἤρξαντο ἀσπάζεσθαι αὐτόν, Χαῖρε, Βασιλεῦ τῶν Ἰουδαίων!
  • Mark 15:19 - καὶ ἔτυπτον αὐτοῦ τὴν κεφαλὴν καλάμῳ, καὶ ἐνέπτυον αὐτῷ; καὶ τιθέντες τὰ γόνατα, προσεκύνουν αὐτῷ.
  • Mark 15:20 - καὶ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴν πορφύραν, καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια αὐτοῦ. καὶ ἐξάγουσιν αὐτὸν, ἵνα σταυρώσωσιν αὐτόν.
  • Luke 23:35 - καὶ ἵστήκει, ὁ λαὸς θεωρῶν ἐξεμυκτήριζον, δὲ καὶ οἱ ἄρχοντες λέγοντες, ἄλλους ἔσωσεν, σωσάτω ἑαυτόν, εἰ οὗτός ἐστιν ὁ Χριστὸς, τοῦ Θεοῦ, ὁ ἐκλεκτός.
  • Acts 2:23 - τοῦτον τῇ, ὡρισμένῃ βουλῇ καὶ προγνώσει τοῦ Θεοῦ, ἔκδοτον διὰ χειρὸς ἀνόμων, προσπήξαντες ἀνείλατε.
  • Luke 22:63 - καὶ οἱ ἄνδρες οἱ συνέχοντες αὐτὸν, ἐνέπαιζον αὐτῷ δέροντες.
  • Luke 22:64 - καὶ περικαλύψαντες αὐτὸν, ἐπηρώτων λέγοντες, προφήτευσον, τίς ἐστιν ὁ παίσας σε?
  • Luke 22:65 - καὶ ἕτερα πολλὰ βλασφημοῦντες, ἔλεγον εἰς αὐτόν.
  • John 18:22 - ταῦτα δὲ αὐτοῦ εἰπόντος, εἷς παρεστηκὼς τῶν ὑπηρετῶν ἔδωκεν ῥάπισμα τῷ Ἰησοῦ εἰπών, οὕτως ἀποκρίνῃ τῷ ἀρχιερεῖ?
  • Luke 23:1 - καὶ ἀναστὰν, ἅπαν τὸ πλῆθος αὐτῶν ἤγαγον αὐτὸν ἐπὶ τὸν Πειλᾶτον.
  • John 19:1 - τότε οὖν ἔλαβεν ὁ Πειλᾶτος τὸν Ἰησοῦν καὶ ἐμαστίγωσεν.
  • John 19:2 - καὶ οἱ στρατιῶται πλέξαντες στέφανον ἐξ ἀκανθῶν, ἐπέθηκαν αὐτοῦ τῇ κεφαλῇ, καὶ ἱμάτιον πορφυροῦν περιέβαλον αὐτόν;
  • John 19:3 - καὶ ἤρχοντο πρὸς αὐτὸν καὶ ἔλεγον, χαῖρε, ὁ Βασιλεὺς τῶν Ἰουδαίων! καὶ ἐδίδοσαν αὐτῷ ῥαπίσματα.
  • John 19:4 - ἐξῆλθεν πάλιν ἔξω ὁ Πειλᾶτος, καὶ λέγει αὐτοῖς, ἴδε, ἄγω ὑμῖν αὐτὸν ἔξω, ἵνα γνῶτε ὅτι αἰτίαν ἐν αὐτῷ οὐχ εὑρίσκω.
  • John 19:5 - ἐξῆλθεν οὖν ὁ Ἰησοῦς ἔξω, φορῶν τὸν ἀκάνθινον στέφανον καὶ τὸ πορφυροῦν ἱμάτιον. καὶ λέγει αὐτοῖς, ἰδοὺ, ὁ ἄνθρωπος!
  • John 18:30 - ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ, εἰ μὴ ἦν οὗτος κακὸν ποιῶν, οὐκ ἄν σοι παρεδώκαμεν αὐτόν.
  • Matthew 27:2 - καὶ δήσαντες αὐτὸν ἀπήγαγον καὶ παρέδωκαν Πειλάτῳ τῷ ἡγεμόνι.
  • Mark 14:65 - καὶ ἤρξαντό τινες ἐμπτύειν αὐτῷ, καὶ περικαλύπτειν αὐτοῦ τὸ πρόσωπον, καὶ κολαφίζειν αὐτὸν, καὶ λέγειν αὐτῷ, προφήτευσον! καὶ οἱ ὑπηρέται ῥαπίσμασιν αὐτὸν ἔλαβον.
  • Acts 3:13 - ὁ Θεὸς Ἀβραὰμ, καὶ Θεὸς Ἰσαὰκ, καὶ Θεὸς Ἰακώβ, ὁ Θεὸς τῶν πατέρων ἡμῶν, ἐδόξασεν τὸν παῖδα αὐτοῦ, Ἰησοῦν, ὃν ὑμεῖς μὲν παρεδώκατε, καὶ ἠρνήσασθε κατὰ πρόσωπον Πειλάτου, κρίναντος ἐκείνου ἀπολύειν.
  • Matthew 26:67 - τότε ἐνέπτυσαν εἰς τὸ πρόσωπον αὐτοῦ καὶ ἐκολάφισαν αὐτόν; οἱ δὲ ἐράπισαν
  • Matthew 27:28 - καὶ ἐκδύσαντες αὐτὸν, χλαμύδα κοκκίνην περιέθηκαν αὐτῷ;
  • Matthew 27:29 - καὶ πλέξαντες στέφανον ἐξ ἀκανθῶν, ἐπέθηκαν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ; καὶ κάλαμον ἐν τῇ δεξιᾷ αὐτοῦ; καὶ γονυπετήσαντες ἔμπροσθεν αὐτοῦ, ἐνέπαιξαν αὐτῷ λέγοντες, χαῖρε, ὁ Βασιλεῦ τῶν Ἰουδαίων!
  • Matthew 27:30 - καὶ ἐμπτύσαντες εἰς αὐτὸν, ἔλαβον τὸν κάλαμον, καὶ ἔτυπτον εἰς τὴν κεφαλὴν αὐτοῦ.
  • Matthew 16:21 - ἀπὸ τότε ἤρξατο ὁ Ἰησοῦς Χριστός δεικνύειν τοῖς μαθηταῖς αὐτοῦ ὅτι δεῖ αὐτὸν εἰς Ἱεροσόλυμα ἀπελθεῖν, καὶ πολλὰ παθεῖν ἀπὸ τῶν πρεσβυτέρων, καὶ ἀρχιερέων, καὶ γραμματέων, καὶ ἀποκτανθῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθῆναι.
  • Luke 23:11 - ἐξουθενήσας δὲ αὐτὸν καὶ ὁ Ἡρῴδης σὺν τοῖς στρατεύμασιν αὐτοῦ, καὶ ἐμπαίξας περιβαλὼν ἐσθῆτα λαμπρὰν, ἀνέπεμψεν αὐτὸν τῷ Πειλάτῳ.
逐节对照交叉引用