luk 18:35 UGNT
逐节对照
交叉引用
  • Acts 3:2 - καί τις ἀνὴρ, χωλὸς ἐκ κοιλίας μητρὸς αὐτοῦ ὑπάρχων, ἐβαστάζετο, ὃν ἐτίθουν καθ’ ἡμέραν πρὸς τὴν θύραν τοῦ ἱεροῦ, τὴν λεγομένην Ὡραίαν, τοῦ αἰτεῖν ἐλεημοσύνην παρὰ τῶν εἰσπορευομένων εἰς τὸ ἱερόν;
  • Luke 19:1 - καὶ εἰσελθὼν, διήρχετο τὴν Ἰερειχώ.
  • Mark 10:46 - καὶ ἔρχονται εἰς Ἰερειχώ. καὶ ἐκπορευομένου αὐτοῦ ἀπὸ Ἰερειχὼ, καὶ τῶν μαθητῶν αὐτοῦ, καὶ ὄχλου ἱκανοῦ, ὁ υἱὸς Τιμαίου, Βαρτιμαῖος, τυφλὸς προσαίτης, ἐκάθητο παρὰ τὴν ὁδόν.
  • Mark 10:47 - καὶ ἀκούσας ὅτι Ἰησοῦς ὁ Ναζαρηνός ἐστιν, ἤρξατο κράζειν καὶ λέγειν, Υἱὲ Δαυεὶδ, Ἰησοῦ, ἐλέησόν με.
  • Mark 10:48 - καὶ ἐπετίμων αὐτῷ πολλοὶ ἵνα σιωπήσῃ; ὁ δὲ πολλῷ μᾶλλον ἔκραζεν, Υἱὲ Δαυείδ, ἐλέησόν με.
  • Mark 10:49 - καὶ στὰς, ὁ Ἰησοῦς εἶπεν, φωνήσατε αὐτόν. καὶ φωνοῦσι τὸν τυφλὸν, λέγοντες αὐτῷ, θάρσει, ἔγειρε, φωνεῖ σε.
  • Mark 10:50 - ὁ δὲ, ἀποβαλὼν τὸ ἱμάτιον αὐτοῦ ἀναπηδήσας, ἦλθεν πρὸς τὸν Ἰησοῦν.
  • Mark 10:51 - καὶ ἀποκριθεὶς αὐτῷ ὁ Ἰησοῦς εἶπεν, τί σοι θέλεις ποιήσω? ὁ δὲ τυφλὸς εἶπεν αὐτῷ, Ραββουνεί, ἵνα ἀναβλέψω.
  • Mark 10:52 - ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ, ὕπαγε, ἡ πίστις σου σέσωκέν σε. καὶ εὐθὺς ἀνέβλεψεν, καὶ ἠκολούθει αὐτῷ ἐν τῇ ὁδῷ.
  • Luke 16:20 - πτωχὸς δέ τις ὀνόματι Λάζαρος, ἐβέβλητο πρὸς τὸν πυλῶνα αὐτοῦ, εἱλκωμένος
  • Luke 16:21 - καὶ ἐπιθυμῶν χορτασθῆναι ἀπὸ τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τοῦ πλουσίου; ἀλλὰ καὶ οἱ κύνες ἐρχόμενοι ἐπέλειχον τὰ ἕλκη αὐτοῦ.
  • Matthew 20:29 - καὶ ἐκπορευομένων αὐτῶν ἀπὸ Ἰερειχὼ, ἠκολούθησεν αὐτῷ ὄχλος πολύς.
  • Matthew 20:30 - καὶ ἰδοὺ, δύο τυφλοὶ καθήμενοι παρὰ τὴν ὁδόν, ἀκούσαντες ὅτι Ἰησοῦς παράγει, ἔκραξαν λέγοντες, ἐλέησον ἡμᾶς, Κύριε, Υἱὸς Δαυείδ.
  • Matthew 20:31 - ὁ δὲ ὄχλος ἐπετίμησεν αὐτοῖς, ἵνα σιωπήσωσιν. οἱ δὲ μεῖζον ἔκραξαν λέγοντες, Κύριε, ἐλέησον ἡμᾶς, Υἱὸς Δαυείδ.
  • Matthew 20:32 - καὶ στὰς, ὁ Ἰησοῦς ἐφώνησεν αὐτοὺς καὶ εἶπεν, τί θέλετε ποιήσω ὑμῖν?
  • Matthew 20:33 - λέγουσιν αὐτῷ, Κύριε, ἵνα ἀνοιγῶσιν οἱ ὀφθαλμοὶ ἡμῶν.
  • Matthew 20:34 - σπλαγχνισθεὶς δὲ, ὁ Ἰησοῦς ἥψατο τῶν ὀφθαλμῶν αὐτῶν, καὶ εὐθέως ἀνέβλεψαν καὶ ἠκολούθησαν αὐτῷ.
  • John 9:8 - οἱ οὖν γείτονες καὶ οἱ θεωροῦντες αὐτὸν τὸ πρότερον, ὅτι προσαίτης ἦν ἔλεγον, οὐχ οὗτός ἐστιν ὁ καθήμενος καὶ προσαιτῶν?
逐节对照交叉引用