luk 18:40 UGNT
逐节对照
交叉引用
  • Matthew 20:31 - ὁ δὲ ὄχλος ἐπετίμησεν αὐτοῖς, ἵνα σιωπήσωσιν. οἱ δὲ μεῖζον ἔκραξαν λέγοντες, Κύριε, ἐλέησον ἡμᾶς, Υἱὸς Δαυείδ.
  • Matthew 20:32 - καὶ στὰς, ὁ Ἰησοῦς ἐφώνησεν αὐτοὺς καὶ εἶπεν, τί θέλετε ποιήσω ὑμῖν?
  • Matthew 20:33 - λέγουσιν αὐτῷ, Κύριε, ἵνα ἀνοιγῶσιν οἱ ὀφθαλμοὶ ἡμῶν.
  • Matthew 20:34 - σπλαγχνισθεὶς δὲ, ὁ Ἰησοῦς ἥψατο τῶν ὀφθαλμῶν αὐτῶν, καὶ εὐθέως ἀνέβλεψαν καὶ ἠκολούθησαν αὐτῷ.
  • Mark 10:48 - καὶ ἐπετίμων αὐτῷ πολλοὶ ἵνα σιωπήσῃ; ὁ δὲ πολλῷ μᾶλλον ἔκραζεν, Υἱὲ Δαυείδ, ἐλέησόν με.
  • Mark 10:49 - καὶ στὰς, ὁ Ἰησοῦς εἶπεν, φωνήσατε αὐτόν. καὶ φωνοῦσι τὸν τυφλὸν, λέγοντες αὐτῷ, θάρσει, ἔγειρε, φωνεῖ σε.
  • Mark 10:50 - ὁ δὲ, ἀποβαλὼν τὸ ἱμάτιον αὐτοῦ ἀναπηδήσας, ἦλθεν πρὸς τὸν Ἰησοῦν.
  • Mark 10:51 - καὶ ἀποκριθεὶς αὐτῷ ὁ Ἰησοῦς εἶπεν, τί σοι θέλεις ποιήσω? ὁ δὲ τυφλὸς εἶπεν αὐτῷ, Ραββουνεί, ἵνα ἀναβλέψω.
  • Mark 10:52 - ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ, ὕπαγε, ἡ πίστις σου σέσωκέν σε. καὶ εὐθὺς ἀνέβλεψεν, καὶ ἠκολούθει αὐτῷ ἐν τῇ ὁδῷ.
逐节对照交叉引用