luk 19:7 UGNT
逐节对照
交叉引用
  • Matthew 21:28 - τί δὲ ὑμῖν δοκεῖ? ἄνθρωπος εἶχεν τέκνα δύο; καὶ προσελθὼν τῷ πρώτῳ εἶπεν, τέκνον, ὕπαγε σήμερον, ἐργάζου ἐν τῷ ἀμπελῶνι.
  • Matthew 21:29 - ὁ δὲ ἀποκριθεὶς εἶπεν, οὐ θέλω; ὕστερον δὲ μεταμεληθεὶς, ἀπῆλθεν.
  • Matthew 21:30 - προσελθὼν δὲ τῷ ἑτέρῳ εἶπεν ὡσαύτως. ὁ δὲ ἀποκριθεὶς εἶπεν, ἐγώ, κύριε, καὶ οὐκ ἀπῆλθεν.
  • Matthew 21:31 - τίς ἐκ τῶν δύο ἐποίησεν τὸ θέλημα τοῦ πατρός? λέγουσιν, ὁ πρῶτος. λέγει αὐτοῖς ὁ Ἰησοῦς, ἀμὴν, λέγω ὑμῖν, ὅτι οἱ τελῶναι καὶ αἱ πόρναι προάγουσιν ὑμᾶς εἰς τὴν Βασιλείαν Θεοῦ.
  • Luke 18:9 - εἶπεν δὲ καὶ πρός τινας τοὺς πεποιθότας ἐφ’ ἑαυτοῖς, ὅτι εἰσὶν δίκαιοι καὶ ἐξουθενοῦντας τοὺς λοιποὺς, τὴν παραβολὴν ταύτην:
  • Luke 18:10 - ἄνθρωποι δύο ἀνέβησαν εἰς τὸ ἱερὸν προσεύξασθαι; ὁ εἷς Φαρισαῖος καὶ ὁ ἕτερος τελώνης.
  • Luke 18:11 - ὁ Φαρισαῖος σταθεὶς ταῦτα πρὸς ἑαυτὸν προσηύχετο, ὁ Θεός, εὐχαριστῶ σοι ὅτι οὐκ εἰμὶ ὥσπερ οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, ἄδικοι, μοιχοί, ἢ καὶ ὡς οὗτος ὁ τελώνης;
  • Luke 18:12 - νηστεύω δὶς τοῦ σαββάτου; ἀποδεκατεύω πάντα, ὅσα κτῶμαι.
  • Luke 18:13 - ὁ δὲ τελώνης μακρόθεν ἑστὼς, οὐκ ἤθελεν οὐδὲ τοὺς ὀφθαλμοὺς ἐπᾶραι εἰς τὸν οὐρανόν, ἀλλ’ ἔτυπτε τὸ στῆθος αὐτοῦ λέγων, ὁ Θεός, ἱλάσθητί μοι, τῷ ἁμαρτωλῷ!
  • Luke 18:14 - λέγω ὑμῖν, κατέβη οὗτος δεδικαιωμένος εἰς τὸν οἶκον αὐτοῦ, παρ’ ἐκεῖνον. ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται; ὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται.
  • Matthew 9:11 - καὶ ἰδόντες, οἱ Φαρισαῖοι ἔλεγον τοῖς μαθηταῖς αὐτοῦ, διὰ τί μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει ὁ διδάσκαλος ὑμῶν?
  • Luke 5:30 - καὶ ἐγόγγυζον οἱ Φαρισαῖοι καὶ οἱ γραμματεῖς αὐτῶν πρὸς τοὺς μαθητὰς αὐτοῦ λέγοντες, διὰ τί μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίετε καὶ πίνετε?
  • Luke 7:34 - ἐλήλυθεν ὁ Υἱὸς τοῦ Ἀνθρώπου, ἐσθίων καὶ πίνων, καὶ λέγετε, ἰδοὺ, ἄνθρωπος φάγος καὶ οἰνοπότης, φίλος τελωνῶν καὶ ἁμαρτωλῶν.
  • Luke 7:39 - ἰδὼν δὲ ὁ Φαρισαῖος, ὁ καλέσας αὐτὸν, εἶπεν ἐν ἑαυτῷ λέγων, οὗτος εἰ ἦν προφήτης, ἐγίνωσκεν ἂν τίς καὶ ποταπὴ ἡ γυνὴ, ἥτις ἅπτεται αὐτοῦ, ὅτι ἁμαρτωλός ἐστιν.
  • Luke 15:2 - καὶ διεγόγγυζον οἵ τε Φαρισαῖοι καὶ οἱ γραμματεῖς λέγοντες, ὅτι οὗτος ἁμαρτωλοὺς προσδέχεται καὶ συνεσθίει αὐτοῖς.
逐节对照交叉引用