luk 20:34 UGNT
逐节对照
交叉引用
  • 1 Corinthians 7:2 - διὰ δὲ τὰς πορνείας, ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω, καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα ἐχέτω.
  • 1 Corinthians 7:3 - τῇ γυναικὶ ὁ ἀνὴρ τὴν ὀφειλὴν ἀποδιδότω, ὁμοίως δὲ καὶ ἡ γυνὴ τῷ ἀνδρί.
  • 1 Corinthians 7:4 - ἡ γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλὰ ὁ ἀνήρ; ὁμοίως δὲ, καὶ ὁ ἀνὴρ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλὰ ἡ γυνή.
  • 1 Corinthians 7:5 - μὴ ἀποστερεῖτε ἀλλήλους, εἰ μήτι ἂν ἐκ συμφώνου πρὸς καιρὸν, ἵνα σχολάσητε τῇ προσευχῇ, καὶ πάλιν ἐπὶ τὸ αὐτὸ ἦτε, ἵνα μὴ πειράζῃ ὑμᾶς ὁ Σατανᾶς, διὰ τὴν ἀκρασίαν ὑμῶν.
  • 1 Corinthians 7:6 - τοῦτο δὲ λέγω κατὰ συνγνώμην, οὐ κατ’ ἐπιταγήν.
  • 1 Corinthians 7:7 - θέλω δὲ πάντας ἀνθρώπους εἶναι ὡς καὶ ἐμαυτόν. ἀλλὰ ἕκαστος ἴδιον ἔχει χάρισμα ἐκ Θεοῦ; ὁ μὲν οὕτως, ὁ δὲ οὕτως.
  • 1 Corinthians 7:8 - λέγω δὲ τοῖς ἀγάμοις καὶ ταῖς χήραις, καλὸν αὐτοῖς ἐὰν μείνωσιν ὡς κἀγώ.
  • 1 Corinthians 7:9 - εἰ δὲ οὐκ ἐνκρατεύονται, γαμησάτωσαν; κρεῖττον γάρ ἐστιν γαμῆσαι, ἢ πυροῦσθαι.
  • 1 Corinthians 7:10 - τοῖς δὲ γεγαμηκόσιν, παραγγέλλω (οὐκ ἐγὼ, ἀλλὰ ὁ Κύριος), γυναῖκα ἀπὸ ἀνδρὸς μὴ χωρισθῆναι
  • 1 Corinthians 7:11 - (ἐὰν δὲ καὶ χωρισθῇ, μενέτω ἄγαμος ἢ τῷ ἀνδρὶ καταλλαγήτω) καὶ ἄνδρα γυναῖκα μὴ ἀφιέναι.
  • 1 Corinthians 7:12 - τοῖς δὲ λοιποῖς λέγω (ἐγώ, οὐχ ὁ Κύριος), εἴ τις ἀδελφὸς γυναῖκα ἔχει ἄπιστον, καὶ αὕτη συνευδοκεῖ οἰκεῖν μετ’ αὐτοῦ, μὴ ἀφιέτω αὐτήν.
  • 1 Corinthians 7:13 - καὶ γυνὴ εἴ τις ἔχει ἄνδρα ἄπιστον, καὶ οὗτος συνευδοκεῖ οἰκεῖν μετ’ αὐτῆς, μὴ ἀφιέτω τὸν ἄνδρα.
  • 1 Corinthians 7:14 - ἡγίασται γὰρ ὁ ἀνὴρ ὁ ἄπιστος ἐν τῇ γυναικί; καὶ ἡγίασται ἡ γυνὴ ἡ ἄπιστος ἐν τῷ ἀδελφῷ; ἐπεὶ ἄρα τὰ τέκνα ὑμῶν ἀκάθαρτά ἐστιν; νῦν δὲ ἅγιά ἐστιν.
  • 1 Corinthians 7:15 - εἰ δὲ ὁ ἄπιστος χωρίζεται, χωριζέσθω; οὐ δεδούλωται ὁ ἀδελφὸς ἢ ἡ ἀδελφὴ ἐν τοῖς τοιούτοις; ἐν δὲ εἰρήνῃ κέκληκεν ἡμᾶς ὁ Θεός.
  • 1 Corinthians 7:16 - τί γὰρ οἶδας, γύναι, εἰ τὸν ἄνδρα σώσεις? ἢ τί οἶδας, ἄνερ, εἰ τὴν γυναῖκα σώσεις?
  • Hebrews 13:4 - τίμιος ὁ γάμος ἐν πᾶσιν καὶ ἡ κοίτη ἀμίαντος; πόρνους γὰρ καὶ μοιχοὺς κρινεῖ ὁ Θεός.
  • Ephesians 5:31 - ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα καὶ τὴν μητέρα, καὶ προσκολληθήσεται τῇ γυναικὶ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν.
  • Luke 17:27 - ἤσθιον, ἔπινον, ἐγάμουν, ἐγαμίζοντο, ἄχρι ἧς ἡμέρας εἰσῆλθεν Νῶε εἰς τὴν κιβωτόν, καὶ ἦλθεν ὁ κατακλυσμὸς καὶ ἀπώλεσεν πάντας.
  • Luke 16:8 - καὶ ἐπῄνεσεν ὁ κύριος τὸν οἰκονόμον τῆς ἀδικίας, ὅτι φρονίμως ἐποίησεν. ὅτι οἱ υἱοὶ τοῦ αἰῶνος τούτου φρονιμώτεροι ὑπὲρ τοὺς υἱοὺς τοῦ φωτὸς εἰς τὴν γενεὰν τὴν ἑαυτῶν εἰσιν.
逐节对照交叉引用