luk 20:39 UGNT
逐节对照
交叉引用
  • Matthew 22:34 - οἱ δὲ Φαρισαῖοι ἀκούσαντες ὅτι ἐφίμωσεν τοὺς Σαδδουκαίους, συνήχθησαν ἐπὶ τὸ αὐτό.
  • Matthew 22:35 - καὶ ἐπηρώτησεν εἷς ἐξ αὐτῶν, νομικὸς πειράζων αὐτόν,
  • Matthew 22:36 - Διδάσκαλε, ποία ἐντολὴ μεγάλη ἐν τῷ νόμῳ?
  • Matthew 22:37 - ὁ δὲ ἔφη αὐτῷ, ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐν ὅλῃ τῇ καρδίᾳ σου, καὶ ἐν ὅλῃ τῇ ψυχῇ σου, καὶ ἐν ὅλῃ τῇ διανοίᾳ σου.
  • Matthew 22:38 - αὕτη ἐστὶν ἡ μεγάλη καὶ πρώτη ἐντολή.
  • Matthew 22:39 - δευτέρα δὲ ὁμοία αὐτῇ, ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.
  • Matthew 22:40 - ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς, ὅλος ὁ νόμος κρέμαται καὶ οἱ προφῆται.
  • Mark 12:28 - καὶ προσελθὼν εἷς τῶν γραμματέων, ἀκούσας αὐτῶν συνζητούντων, ἰδὼν ὅτι καλῶς ἀπεκρίθη αὐτοῖς, ἐπηρώτησεν αὐτόν, ποία ἐστὶν ἐντολὴ πρώτη πάντων?
  • Mark 12:29 - ἀπεκρίθη ὁ Ἰησοῦς, ὅτι πρώτη ἐστίν, ἄκουε, Ἰσραήλ, Κύριος ὁ Θεὸς ἡμῶν Κύριος εἷς ἐστιν,
  • Mark 12:30 - καὶ ἀγαπήσεις Κύριον τὸν Θεόν σου, ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς ψυχῆς σου, καὶ ἐξ ὅλης τῆς διανοίας σου, καὶ ἐξ ὅλης τῆς ἰσχύος σου.
  • Mark 12:31 - δευτέρα αὕτη, ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. μείζων τούτων ἄλλη ἐντολὴ οὐκ ἔστιν.
  • Mark 12:32 - καὶ εἶπεν αὐτῷ ὁ γραμματεύς, καλῶς, Διδάσκαλε, ἐπ’ ἀληθείας εἶπας, ὅτι εἷς ἐστιν, καὶ οὐκ ἔστιν ἄλλος πλὴν αὐτοῦ,
  • Mark 12:33 - καὶ, τὸ ἀγαπᾶν αὐτὸν ἐξ ὅλης τῆς καρδίας, καὶ ἐξ ὅλης τῆς συνέσεως, καὶ ἐξ ὅλης τῆς ἰσχύος, καὶ, τὸ ἀγαπᾶν τὸν πλησίον ὡς ἑαυτὸν, περισσότερόν ἐστιν πάντων τῶν ὁλοκαυτωμάτων καὶ θυσιῶν.
  • Mark 12:34 - καὶ ὁ Ἰησοῦς, ἰδὼν αὐτὸν ὅτι νουνεχῶς ἀπεκρίθη, εἶπεν αὐτῷ, οὐ μακρὰν εἶ ἀπὸ τῆς Βασιλείας τοῦ Θεοῦ. καὶ οὐδεὶς οὐκέτι ἐτόλμα αὐτὸν ἐπερωτῆσαι.
  • Acts 23:9 - ἐγένετο δὲ κραυγὴ μεγάλη, καὶ ἀναστάντες τινὲς τῶν γραμματέων τοῦ μέρους τῶν Φαρισαίων, διεμάχοντο λέγοντες, οὐδὲν κακὸν εὑρίσκομεν ἐν τῷ ἀνθρώπῳ τούτῳ; εἰ δὲ πνεῦμα ἐλάλησεν αὐτῷ, ἢ ἄγγελος?
逐节对照交叉引用