luk 21:31 UGNT
逐节对照
交叉引用
  • Luke 12:51 - δοκεῖτε ὅτι εἰρήνην παρεγενόμην δοῦναι ἐν τῇ γῇ? οὐχί, λέγω ὑμῖν, ἀλλ’ ἢ διαμερισμόν.
  • Luke 12:52 - ἔσονται γὰρ ἀπὸ τοῦ νῦν, πέντε ἐν ἑνὶ οἴκῳ διαμεμερισμένοι, τρεῖς ἐπὶ δυσὶν, καὶ δύο ἐπὶ τρισίν.
  • Luke 12:53 - διαμερισθήσονται πατὴρ ἐπὶ υἱῷ, καὶ υἱὸς ἐπὶ πατρί; μήτηρ ἐπὶ τὴν θυγατέρα, καὶ θυγάτηρ ἐπὶ τὴν μητέρα; πενθερὰ ἐπὶ τὴν νύμφην αὐτῆς, καὶ νύμφη ἐπὶ τὴν πενθεράν.
  • Luke 12:54 - ἔλεγεν δὲ καὶ τοῖς ὄχλοις, ὅταν ἴδητε νεφέλην ἀνατέλλουσαν ἐπὶ δυσμῶν, εὐθέως λέγετε, ὅτι ὄμβρος ἔρχεται, καὶ γίνεται οὕτως.
  • Luke 12:55 - καὶ ὅταν νότον πνέοντα, λέγετε, ὅτι καύσων ἔσται, καὶ γίνεται.
  • Luke 12:56 - ὑποκριταί! τὸ πρόσωπον τοῦ οὐρανοῦ καὶ τῆς γῆς οἴδατε δοκιμάζειν, τὸν καιρὸν δὲ τοῦτον, πῶς οὐκ οἴδατε δοκιμάζειν?
  • Luke 12:57 - τί δὲ καὶ ἀφ’ ἑαυτῶν, οὐ κρίνετε τὸ δίκαιον?
  • 1 Peter 4:7 - πάντων δὲ τὸ τέλος ἤγγικεν. σωφρονήσατε οὖν καὶ νήψατε εἰς προσευχάς;
  • Matthew 3:2 - λέγων, μετανοεῖτε, ἤγγικεν γὰρ ἡ Βασιλεία τῶν Οὐρανῶν.
  • Matthew 16:1 - καὶ προσελθόντες οἱ Φαρισαῖοι καὶ Σαδδουκαῖοι, πειράζοντες ἐπηρώτησαν αὐτὸν σημεῖον ἐκ τοῦ οὐρανοῦ ἐπιδεῖξαι αὐτοῖς.
  • Matthew 16:2 - ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς,
  • Matthew 16:3 - [Καὶ πρωΐ Σήμερον χειμών; πυρράζει γὰρ στυγνάζων ὁ οὐρανός. τὸ μὲν πρόσωπον τοῦ οὐρανοῦ γινώσκετε διακρίνειν τὰ δὲ σημεῖα τῶν καιρῶν οὐ δύνασθε?]
  • Matthew 16:4 - γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ, εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ. καὶ καταλιπὼν αὐτοὺς ἀπῆλθεν.
  • Hebrews 10:37 - ἔτι γὰρ μικρὸν ὅσον, ὅσον ὁ ἐρχόμενος ἥξει, καὶ οὐ χρονίσει.
  • James 5:9 - μὴ στενάζετε, ἀδελφοί, κατ’ ἀλλήλων, ἵνα μὴ κριθῆτε. ἰδοὺ, ὁ κριτὴς πρὸ τῶν θυρῶν ἕστηκεν.
逐节对照交叉引用