luk 22:21 UGNT
逐节对照
交叉引用
  • Matthew 26:21 - καὶ ἐσθιόντων αὐτῶν εἶπεν, ἀμὴν, λέγω ὑμῖν, ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με.
  • Matthew 26:22 - καὶ λυπούμενοι σφόδρα, ἤρξαντο λέγειν αὐτῷ εἷς ἕκαστος, μήτι ἐγώ εἰμι, Κύριε?
  • Matthew 26:23 - ὁ δὲ ἀποκριθεὶς εἶπεν, ὁ ἐμβάψας μετ’ ἐμοῦ τὴν χεῖρα ἐν τῷ τρυβλίῳ, οὗτός με παραδώσει.
  • Matthew 26:24 - ὁ μὲν Υἱὸς τοῦ Ἀνθρώπου ὑπάγει καθὼς γέγραπται περὶ αὐτοῦ, οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ δι’ οὗ ὁ Υἱὸς τοῦ Ἀνθρώπου παραδίδοται. καλὸν ἦν αὐτῷ, εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος.
  • Mark 14:18 - καὶ ἀνακειμένων αὐτῶν καὶ ἐσθιόντων, ὁ Ἰησοῦς εἶπεν, ἀμὴν, λέγω ὑμῖν, ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με, ὁ ἐσθίων μετ’ ἐμοῦ.
  • Mark 14:19 - ἤρξαντο λυπεῖσθαι, καὶ λέγειν αὐτῷ εἷς κατὰ εἷς, μήτι ἐγώ?
  • Mark 14:20 - ὁ δὲ εἶπεν αὐτοῖς, εἷς τῶν δώδεκα, ὁ ἐμβαπτόμενος μετ’ ἐμοῦ εἰς τὸ τρύβλιον.
  • Mark 14:21 - ὅτι ὁ μὲν Υἱὸς τοῦ Ἀνθρώπου ὑπάγει, καθὼς γέγραπται περὶ αὐτοῦ; οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ δι’ οὗ ὁ Υἱὸς τοῦ Ἀνθρώπου παραδίδοται; καλὸν ἦν αὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος.
  • John 13:18 - οὐ περὶ πάντων ὑμῶν λέγω. ἐγὼ οἶδα τίνας ἐξελεξάμην, ἀλλ’ ἵνα ἡ Γραφὴ πληρωθῇ, ὁ τρώγων μετ’ ἐμοῦ τὸν ἄρτον, ἐπῆρεν ἐπ’ ἐμὲ τὴν πτέρναν αὐτοῦ.
  • John 13:19 - ἀπ’ ἄρτι λέγω ὑμῖν πρὸ τοῦ γενέσθαι, ἵνα πιστεύσητε ὅταν γένηται, ὅτι ἐγώ εἰμι.
  • John 13:21 - ταῦτα εἰπὼν, ὁ Ἰησοῦς ἐταράχθη τῷ πνεύματι καὶ ἐμαρτύρησεν καὶ εἶπεν, ἀμὴν, ἀμὴν, λέγω ὑμῖν, ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με.
  • John 13:22 - ἔβλεπον εἰς ἀλλήλους οἱ μαθηταὶ, ἀπορούμενοι περὶ τίνος λέγει.
  • John 13:26 - ἀποκρίνεται ὁ Ἰησοῦς, ἐκεῖνός ἐστιν ᾧ ἐγὼ, βάψας τὸ ψωμίον, ἐπιδώσω καὶ δώσω αὐτῷ. βάψας οὖν τὸ ψωμίον, δίδωσιν Ἰούδᾳ Σίμωνος Ἰσκαριώτη.
逐节对照交叉引用