luk 22:33 UGNT
逐节对照
交叉引用
  • John 13:36 - λέγει αὐτῷ Σίμων Πέτρος, Κύριε, ποῦ ὑπάγεις? ἀπεκρίθη αὐτῷ Ἰησοῦς, ὅπου ὑπάγω, οὐ δύνασαί μοι νῦν ἀκολουθῆσαι, ἀκολουθήσεις δὲ ὕστερον.
  • John 13:37 - λέγει αὐτῷ ὁ Πέτρος, Κύριε, διὰ τί οὐ δύναμαί σοι ἀκολουθῆσαι ἄρτι? τὴν ψυχήν μου ὑπὲρ σοῦ θήσω.
  • Acts 20:23 - πλὴν ὅτι τὸ Πνεῦμα τὸ Ἅγιον κατὰ πόλιν διαμαρτύρεταί μοι, λέγον ὅτι δεσμὰ καὶ θλίψεις με μένουσιν.
  • Acts 20:24 - ἀλλ’ οὐδενὸς λόγου ποιοῦμαι τὴν ψυχὴν τιμίαν ἐμαυτῷ, ὡς τελειῶσαι τὸν δρόμον μου, καὶ τὴν διακονίαν ἣν ἔλαβον παρὰ τοῦ Κυρίου Ἰησοῦ, διαμαρτύρασθαι τὸ εὐαγγέλιον τῆς χάριτος τοῦ Θεοῦ.
  • Acts 21:13 - τότε ἀπεκρίθη ὁ Παῦλος, τί ποιεῖτε, κλαίοντες καὶ συνθρύπτοντές μου τὴν καρδίαν? ἐγὼ γὰρ οὐ μόνον δεθῆναι, ἀλλὰ καὶ ἀποθανεῖν εἰς Ἰερουσαλὴμ, ἑτοίμως ἔχω, ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου Ἰησοῦ.
  • Matthew 26:40 - καὶ ἔρχεται πρὸς τοὺς μαθητὰς καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει τῷ Πέτρῳ, οὕτως οὐκ ἰσχύσατε μίαν ὥραν γρηγορῆσαι μετ’ ἐμοῦ?
  • Matthew 26:41 - γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν. τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής.
  • Matthew 20:22 - ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν, οὐκ οἴδατε τί αἰτεῖσθε. δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ μέλλω πίνειν? λέγουσιν αὐτῷ, δυνάμεθα.
  • Mark 14:37 - καὶ ἔρχεται καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας; καὶ λέγει τῷ Πέτρῳ, Σίμων, καθεύδεις? οὐκ ἴσχυσας μίαν ὥραν γρηγορῆσαι?
  • Mark 14:38 - γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ ἔλθητε εἰς πειρασμόν. τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής.
  • Mark 14:29 - ὁ δὲ Πέτρος ἔφη αὐτῷ, εἰ καὶ πάντες σκανδαλισθήσονται, ἀλλ’ οὐκ ἐγώ.
  • Matthew 26:33 - ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν αὐτῷ, εἰ πάντες σκανδαλισθήσονται ἐν σοί, ἐγὼ οὐδέποτε σκανδαλισθήσομαι.
  • Matthew 26:34 - ἔφη αὐτῷ ὁ Ἰησοῦς, ἀμὴν, λέγω σοι, ὅτι ἐν ταύτῃ τῇ νυκτὶ πρὶν ἀλέκτορα φωνῆσαι, τρὶς ἀπαρνήσῃ με.
  • Matthew 26:35 - λέγει αὐτῷ ὁ Πέτρος, κἂν δέῃ με σὺν σοὶ ἀποθανεῖν, οὐ μή σε ἀπαρνήσομαι. ὁμοίως καὶ πάντες οἱ μαθηταὶ εἶπον.
  • Mark 14:31 - ὁ δὲ ἐκπερισσῶς ἐλάλει, ἐὰν δέῃ με συναποθανεῖν σοι, οὐ μή σε ἀπαρνήσομαι. ὡσαύτως δὲ καὶ πάντες ἔλεγον.
逐节对照交叉引用