luk 22:55 UGNT
逐节对照
交叉引用
  • Mark 14:66 - καὶ ὄντος τοῦ Πέτρου κάτω ἐν τῇ αὐλῇ, ἔρχεται μία τῶν παιδισκῶν τοῦ ἀρχιερέως,
  • Mark 14:67 - καὶ ἰδοῦσα τὸν Πέτρον θερμαινόμενον, ἐμβλέψασα αὐτῷ λέγει, καὶ σὺ μετὰ τοῦ Ναζαρηνοῦ ἦσθα τοῦ Ἰησοῦ.
  • Mark 14:68 - ὁ δὲ ἠρνήσατο λέγων, οὔτε οἶδα, οὔτε ἐπίσταμαι σὺ τί λέγεις; καὶ ἐξῆλθεν ἔξω εἰς τὸ προαύλιον.
  • Mark 14:69 - καὶ ἡ παιδίσκη ἰδοῦσα αὐτὸν, ἤρξατο πάλιν λέγειν τοῖς παρεστῶσιν, ὅτι οὗτος ἐξ αὐτῶν ἐστιν.
  • Mark 14:70 - ὁ δὲ πάλιν ἠρνεῖτο. καὶ μετὰ μικρὸν, πάλιν οἱ παρεστῶτες ἔλεγον τῷ Πέτρῳ, ἀληθῶς ἐξ αὐτῶν εἶ, καὶ γὰρ Γαλιλαῖος εἶ;
  • Mark 14:71 - ὁ δὲ ἤρξατο ἀναθεματίζειν καὶ ὀμνύειν, ὅτι οὐκ οἶδα τὸν ἄνθρωπον τοῦτον, ὃν λέγετε!
  • Mark 14:72 - καὶ εὐθὺς ἐκ δευτέρου ἀλέκτωρ ἐφώνησεν. καὶ ἀνεμνήσθη ὁ Πέτρος τὸ ῥῆμα ὡς εἶπεν αὐτῷ ὁ Ἰησοῦς, ὅτι πρὶν ἀλέκτορα φωνῆσαι δὶς, τρίς με ἀπαρνήσῃ; καὶ ἐπιβαλὼν, ἔκλαιεν.
  • John 18:25 - ἦν δὲ Σίμων Πέτρος ἑστὼς καὶ θερμαινόμενος. εἶπον οὖν αὐτῷ, μὴ καὶ σὺ ἐκ τῶν μαθητῶν αὐτοῦ εἶ? ἠρνήσατο ἐκεῖνος καὶ εἶπεν, οὐκ εἰμί.
  • John 18:26 - λέγει εἷς ἐκ τῶν δούλων τοῦ ἀρχιερέως, συγγενὴς ὢν οὗ ἀπέκοψεν Πέτρος τὸ ὠτίον, οὐκ ἐγώ σε εἶδον ἐν τῷ κήπῳ μετ’ αὐτοῦ?
  • John 18:27 - πάλιν οὖν ἠρνήσατο Πέτρος, καὶ εὐθέως ἀλέκτωρ ἐφώνησεν.
  • Matthew 26:69 - ὁ δὲ Πέτρος ἐκάθητο ἔξω ἐν τῇ αὐλῇ, καὶ προσῆλθεν αὐτῷ μία παιδίσκη λέγουσα, καὶ σὺ ἦσθα μετὰ Ἰησοῦ τοῦ Γαλιλαίου.
  • Matthew 26:70 - ὁ δὲ ἠρνήσατο ἔμπροσθεν πάντων λέγων, οὐκ οἶδα τί λέγεις.
  • Matthew 26:71 - ἐξελθόντα δὲ εἰς τὸν πυλῶνα, εἶδεν αὐτὸν ἄλλη καὶ λέγει τοῖς ἐκεῖ, οὗτος ἦν μετὰ Ἰησοῦ τοῦ Ναζωραίου.
  • Matthew 26:72 - καὶ πάλιν ἠρνήσατο μετὰ ὅρκου, ὅτι οὐκ οἶδα τὸν ἄνθρωπον.
  • Matthew 26:73 - μετὰ μικρὸν δὲ προσελθόντες οἱ ἑστῶτες εἶπον τῷ Πέτρῳ, ἀληθῶς καὶ σὺ ἐξ αὐτῶν εἶ, καὶ γὰρ ἡ λαλιά σου δῆλόν σε ποιεῖ.
  • Matthew 26:74 - τότε ἤρξατο καταθεματίζειν καὶ ὀμνύειν, ὅτι οὐκ οἶδα τὸν ἄνθρωπον! καὶ εὐθέως ἀλέκτωρ ἐφώνησεν.
  • Matthew 26:75 - καὶ ἐμνήσθη ὁ Πέτρος τοῦ ῥήματος Ἰησοῦ εἰρηκότος, ὅτι πρὶν ἀλέκτορα φωνῆσαι, τρὶς ἀπαρνήσῃ με; καὶ ἐξελθὼν ἔξω, ἔκλαυσεν πικρῶς.
  • 2 Corinthians 6:15 - τίς δὲ συμφώνησις Χριστοῦ πρὸς Βελιάρ, ἢ τίς μερὶς πιστῷ μετὰ ἀπίστου?
  • 2 Corinthians 6:16 - τίς δὲ συνκατάθεσις ναῷ Θεοῦ μετὰ εἰδώλων? ἡμεῖς γὰρ ναὸς Θεοῦ ἐσμεν ζῶντος; καθὼς εἶπεν ὁ Θεὸς, ὅτι ἐνοικήσω ἐν αὐτοῖς, καὶ ἐνπεριπατήσω, καὶ ἔσομαι αὐτῶν Θεός, καὶ αὐτοὶ ἔσονταί μου λαός.
  • 2 Corinthians 6:17 - διὸ ἐξέλθατε ἐκ μέσου αὐτῶν καὶ ἀφορίσθητε, λέγει Κύριος, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε; κἀγὼ εἰσδέξομαι ὑμᾶς.
  • Matthew 26:3 - τότε συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως, τοῦ λεγομένου Καϊάφα,
  • Luke 22:44 - Καὶ γενόμενος ἐν ἀγωνίᾳ ἐκτενέστερον προσηύχετο. καὶ Ἐγένετο ὁ ἱδρὼς αὐτοῦ ὡσεὶ θρόμβοι αἵματος καταβαίνοντες ἐπὶ τὴν γῆν.]
  • John 18:16 - ὁ δὲ Πέτρος ἵστήκει πρὸς τῇ θύρᾳ ἔξω. ἐξῆλθεν οὖν ὁ μαθητὴς ὁ ἄλλος ὅς ἦν γνωστὸς τοῦ ἀρχιερέως, καὶ εἶπεν τῇ θυρωρῷ καὶ εἰσήγαγεν τὸν Πέτρον.
  • John 18:17 - λέγει οὖν ἡ παιδίσκη ἡ θυρωρός τῷ Πέτρῳ, μὴ καὶ σὺ ἐκ τῶν μαθητῶν εἶ τοῦ ἀνθρώπου τούτου? λέγει ἐκεῖνος, οὐκ εἰμί.
  • John 18:18 - ἵστήκεισαν δὲ οἱ δοῦλοι καὶ οἱ ὑπηρέται, ἀνθρακιὰν πεποιηκότες, ὅτι ψῦχος ἦν, καὶ ἐθερμαίνοντο; ἦν δὲ καὶ ὁ Πέτρος μετ’ αὐτῶν ἑστὼς καὶ θερμαινόμενος.
  • 1 Corinthians 15:33 - μὴ πλανᾶσθε— φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί.
逐节对照交叉引用